De Symptomatum Causis (Causes of Symptoms)
Kühn 1824
τὸ δ’ ὁμοιοῦσθαί τε καὶ μεταβάλλεσθαι πάθος τῆς τροφῆς,
διὰ τοῦτο οὐκ ἀδύνατόν ἐστι τῷ πάσχοντι περὶ τὸ ποιοῦν ἀντιδρᾶσαί
τι, κᾂν ᾖ σμικρότατον. αὐτὸ γὰρ δήπου ἐναντιώτατον
ἐν τοῖς περὶ τούτων λογισμοῖς ἐπεδείξαμεν οὐχ ἡμεῖς
μόνον, ἀλλὰ καὶ τῶν φιλοσόφων ὅσοι δεινότατοι τῶν ὅλων
τῆς φύσεως ἐνεργειῶν τε καὶ παθῶν ἐξηγηταὶ γεγόνασι. φαίνεται
γοῦν ἅπαντα κᾂν ἰσχυρότερα πολὺ τῶν ὁμιλούντων
τυγχάνῃ, πάσχοντά τι πρὸς αὐτῶν αἰσθητὸν καὶ σαφὲς, εἰ
καὶ μὴ κατὰ τὴν πρώτην τούτων ὁμιλίαν, ἀλλ’ ἐν τῷ χρόνῳ
γε προϊόντι. καί που καὶ σίδηρος ὁ τμητικώτατος ἠμβλύνθη
τέμνων σάρκα μαλακωτάτην, ὅ τε σκληρότατος λίθος ἔσχε τι
κοῖλον ἐν ἑαυτῷ χρόνῳ πολλῷ πληττόμενος ὑπὸ τοῦ σταλαγμοῦ.
τί δεῖ λέγειν ἔτι περὶ τῶν κεραννυμένων, ἅπαντες
γιγνώσκουσιν. κᾄν τε γὰρ εἰς ἀμφορέα ζέοντος ὕδατος ἐμβάλῃς
κοτύλην ψυχροῦ, τὸ μικτὸν ἐξ ἀμφοῖν οὐ μόνον ἐνδείκνυται
τὴν ἧτταν τῆς κοτύλης, ἀλλὰ καὶ τοῦ νικήσαντος τὸ
πάθος· ἐάν τις ἔμπαλιν εἰς ἀμφορέα ψυχροῦ κοτύλην θερμοῦ
ἐμβάλῃ, νικηθήσεται μὲν ἡ κοτύλη, πείσεται δέ τι βραχὺ
Work
Title: De Symptomatum Causis
English: Causes of Symptoms
Original: Περὶ αἰτιῶν συμπτωμάτων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 85-272
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_058.xml [385 Kb]