De Symptomatum Causis (Causes of Symptoms)
Kühn 1824
καὶ ὁ ἀμφορεύς. ἀλλὰ γὰρ ὅπερ εἴρηταί μοι καὶ πρόσθεν,
οὐκ ἀντιλέγειν ἐν τῇδε τῇ πραγματείᾳ προὐθέμην οὔτε μηκύνειν,
ἀλλ’ ὅσον οἷόν τε ταχίστην ποιήσασθαι τὴν διδασκαλίαν.
ἡ μὲν οὖν λεύκη μέγιστόν τι σφάλμα τῆς ἀλλοιωτικῆς
ἐστι δυνάμεως· ἕτερα δὲ πάμπολλα σμικρὰ, καθ’ ὑγρότητα
καὶ ξηρότητα καὶ ψυχρότητα καὶ θερμότητα τῆς σαρκὸς ὑπαλλαττομένης.
ἀτροφήσει δὲ τὸ μέρος οὐ μόνον δι’ ἀῤῥωστίαν
τῆς ἀλλοιωτικῆς δυνάμεως, ἀλλὰ καὶ διὰ τὴν ἑλκτικὴν ἀτονήσασαν,
ἢ διὰ τὴν ἐκκριτικὴν ἀμετρότερον κινηθεῖσαν. εἰς
ἀμετρίαν δὲ κινήσεως ἡ ἀποκριτικὴ δύναμις ἔρχεται, καθάπερ
εἴρηται καὶ πρόσθεν, ὅταν ἤτοι διὰ πλῆθος ἢ δριμύτητα περιττωμάτων,
ἢ οἰκείαν ἀσθένειαν ἡ καθεκτικὴ βαρύνηται
δύναμις. ἐν τούτῳ γὰρ ἀνάγκη συνεκκρίνεσθαι τῷ περιττῷ
τὸ χρηστὸν, ὡς ἐν λειεντερίαις τε καὶ δυσεντερίαις καὶ
χολέραις· ἀτονίᾳ δὲ τῆς ἀποκριτικῆς δυνάμεως ὑγροτέραν τε
καὶ περιττωματικωτέραν ἀνάγκη γίγνεσθαι τὴν σάρκα. τῶν
περιττωμάτων δ’ αὐτῶν ἡ πλείων γένεσις ἀῤῥωστίᾳ τῆς ἀλλοιωτικῆς
ἀποτελεῖται. ὅταν οὖν ἅμα συνέλθῃ τὴν μὲν
Work
Title: De Symptomatum Causis
English: Causes of Symptoms
Original: Περὶ αἰτιῶν συμπτωμάτων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 85-272
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_058.xml [385 Kb]