Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

εἴρηται, μεγίστη μοῖρα γενέσεως νοσημάτων ἐστὶν ἡ τοῦ μέλλοντος πάσχειν σώματος ἑτοιμότης. ὑποκείσθω γοῦν ὡς ἐν παραδείγματι, κατὰ μὲν τὸ περιέχον ἐμφέρεσθαί τινα λοιμοῦ σπέρματα; τῶν δ’ ὁμιλούντων αὐτῷ σωμάτων τὰ μὲν εἶναι περιττωμάτων παντοίων μεστὰ ἑτοίμων ἤδη καὶ καθ’ ἑαυτὰ σήπεσθαι, τὰ δὲ ἀπέριττα καὶ καθαρά· καὶ προσκείσθω τοῖς μὲν προτέροις ἔμφραξις τῶν πόρων πολλαχόθεν, καὶ ἡ καλουμένη πληθώρα καὶ βίος ἀργὸς ἐν ἀδδηφαγίαις καὶ μέθαις καὶ ἀφροδισίων ἀμέτροις χρήσεσι καὶ ταῖς ἐξ ἀνάγκης ἅπασι τοῖς εἰρημένοις ἀκολουθούσαις ἀπεψίαις· τοῖς δ’ ἄλλοις ἅπασι σώμασι τοῖς καθαροῖς καὶ ἀπερίττοις ὑπαρχέτω πρὸς τοῖς οὖσιν ἀγαθοῖς εὔπνοια μὲν ἅπασι τοῖς πόροις ἀφράκτοις τε καὶ ἀθλίπτοις ὑπάρχουσι, γυμνάσια δὲ σύμμετρα καὶ σώφρων δίαιτα· κᾄπειτα ἐπὶ ταύταις ταῖς ὑποθέσεσιν ἐννόησον, ὅπως ἑκάτερα τῶν σωμάτων εἰκός ἐστι διατίθεσθαι πρὸς τῶν ἀναπνεομένων εἰς αὐτὰ σηπεδονωδῶν ἀέρων. ἆρ’ οὐκ εἰκὸς τὰ μὲν εὐθὺς ὑπὸ τῆς πρώτης εἰσπνοῆς ἀρχήν τε τοῦ σήπεσθαι λαμβάνειν, ἐπὶ πλεῖστόν τε προσέρχεσθαι

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]