Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

σπλάγχνων ᾖ, ἀκωλύτως δὲ διαπνέηται καὶ ἀναψύχηται κατὰ τὸ δέρμα σύμπαν τὸ ζῶον, ὑγιαίνει μὲν, ἀλλ’ ἐπίκαιρόν τε καὶ σφαλερὰν ἔχει τὴν ὑγείαν. ἐπειδὰν δὲ ἤτοι τὸ ἐκτὸς πέρας στεγνωθῇ, ἢ ἐμφραχθῇ τὰς ἐν τῷ βάθει διόδους, ἐπὶ μὲν ταῖς στεγνώσεσι τὸ νῦν εἰρημένον, ἐπὶ δὲ ταῖς ἐμφράξεσι τὸ μετ’ ὀλίγον εἰρησόμενον ἕπεται γένος τῶν πυρετῶν. οὐδὲν οὖν θαυμαστὸν οὐδὲ διὰ τί τῶν ἀπεπτησάντων οἱ μὲν ἐπύρεξαν, οἱ δὲ οὔ. τοῖς μὲν ἤδη κακοχύμοις οὖσι καὶ κακῶς διαπνεομένοις, ἢ πονήσασιν ἀκαίρως, ἢ λουσαμένοις προπετέστερον, ἕτοιμον πυρέξαι· τοῖς δὲ εὐχύμοις καὶ καλῶς διαπνεομένοις, ἡσυχάσασι καὶ θάλψασι τὰ κατὰ τὴν γαστέρα καὶ τὸ ἧπαρ, ἀδύνατον πυρέξαι· μένει γὰρ αὐτόθι πᾶν αὐτοῖς τὸ διεφθαρμένον κατὰ τὴν γαστέρα καὶ τὸ ἧπαρ, καὶ ἐν τῷ χρόνῳ δὲ πέττεται κατὰ βραχὺ, καὶ γίνεται χρηστόν· ὥσπερ καὶ τοῖς ἐπὶ κινήσεσι σφοδροτέραις ἀφικομένοις ἢ εἰς ἥλιον θερινὸν, ἢ λουτρὸν θερμὸν γλυκέων ὑδάτων, ἀναλαμβάνεται πάντῃ εἰς τὴν τοῦ σώματος ἕξιν τὰ διεφθαρμένα σιτία· οὕτω

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]