De Febrium Differentiis (On the Differences of Fevers)
Kühn 1824
δὲ καὶ οἷς ἐπῆλθε κάτω τὰ διεφθαρμένα σιτία, πυρετὸς οὐκ ἠκολούθησεν, εἰ μὴ κατ’ ἄλλην τινὰ αἰτίαν, οἱονεὶ κοπωθεῖσιν ἐπὶ ταῖς πολλαῖς ἐξαναστάσεσιν ἢ φλεγμήνασι τὰ κατὰ τὴν γαστέρα.
Κατὰ μέντοι τὰς ἐμφράξεις τῶν πόρων καὶ σφηνώσεις τῶν χυμῶν, ἀνεβαλόμην γὰρ ἐρεῖν τὰ περὶ τοῦδε, πυρέττει τὰ ζῶα τὸν ἐπὶ σηπεδόνι πυρετόν. ἑτοιμότατα γὰρ σήπεται πάνθ’ ὅσα θερμὰ καὶ ὑγρὰ καὶ πολλὰ κατὰ θερμὸν χωρίον, εἰ μὴ τύχῃ διαπνοῆς τε ἅμα καὶ ἀναψύξεως. οὐδὲν οὖν θαυμαστὸν οὐδὲ διὰ τί πληθώραις ἕπονται πυρετοί. καὶ γὰρ ἐμφράξεις πολλαὶ καὶ δυσανάπνευστον ὅλον γίνεται τὸ σῶμα κατὰ τὰς τοιαύτας διαθέσεις· ὥσπερ οὖν κατὰ θάτερον πλῆθος τὸ πρὸς δύναμιν ἐπὶ διαφθορὰν ἀφικνοῦνται ταχέως οἱ χυμοὶ, μηκέτι κρατούμενοι μηδὲ πεττόμενοι χρηστῶς, ὡς ἂν τῆς κατεργαζομένης αὐτοὺς δυνάμεως ἀσθενεστέρας ὑπαρχούσης. διὰ τοῦτο καὶ ὅσα γλίσχρα καὶ παχύχυμα τῶν ἐδεσμάτων, νοσωδέστερα· ἐμφραχθῆναί τε γὰρ καὶ σφηνωθῆναι τὸν ἐξ αὐτῶν χυμὸν ἑτοιμότερόν ἐστιν. καὶ
Work
Title: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 273-405
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_059.xml [278 Kb]