De Febrium Differentiis (On the Differences of Fevers)
Kühn 1824
καὶ τελματῶδες, ἢ λιμναῖον, ἢ ὁπωσοῦν διεφθαρμένον τε
καὶ σεσηπὸς ὕδωρ πίνουσιν· ὡσαύτως δὲ καὶ τοῖς ὑπερπονοῦσιν,
ἢ ἀγρυπνοῦσιν, ἢ φροντίζουσιν, ἢ φάρμακα δριμέα
συνεχῶς προσφερομένοις. ἐδέσματα μὲν οὖν λέγω μοχθηρὰ
τά τε φύσει τοιαῦτα, καθάπερ κρόμμυά τε καὶ σκόροδα καὶ
κάρδαμα καὶ πράσα καὶ κράμβας ὤκιμά τε καὶ ἀκαλήφας, ὅσα
τ’ ἄλλα καλοῦσιν ἄγρια, καθάπερ καὶ τὰς λαψάνας παρ’
ἡμῖν, τά τε φύσει μὲν χρηστὰ, διὰ σηπεδόνα δέ τινα τὴν ἴσην
τοῖς εἰρημένοις ἢ καὶ μείζονα πολλάκις ἐπικτησάμενα κακίαν,
ὥσπερ καὶ πυροὶ καὶ κριθαὶ καὶ τἄλλα γεύματα σύμπαντα
σιτηρὰ, τὰ μὲν ὑπὸ χρόνου μήκους εἰς σηπεδονώδη διάθεσιν
ἀχθέντα, τὰ δὲ εὐρῶτος ἐμπλησθέντα διὰ μοχθηρὰν ἀπόθεσιν,
ἔνια δὲ καὶ κατὰ τὴν πρώτην γένεσιν ὑπ’ ἐρυσίβης κακωθέντα.
τοιαῦτα γοῦν ἐδέσματα καὶ νῦν ἀναγκασθέντες
ἐσθίειν πολλοὶ διὰ λιμὸν οἱ μὲν ἀπέθανον ἀπὸ σηπεδονωδῶν
τε καὶ λοιμωδῶν πυρετῶν, οἱ δὲ ἐξανθήμασιν ἑάλωσαν ψωρώδεσί
τε καὶ λεπρώδεσιν. ὅταν μὲν οὖν ἀνάμεστον ᾖ τὸ
σῶμα τοιούτων χυμῶν, ἔμφραξις δὲ μηδεμία κατὰ μηδὲν τῶν
Work
Title: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 273-405
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_059.xml [278 Kb]