Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

κακώσεως· ὅσα δὲ ἀπέριττα καὶ καθαρὰ, τὰ μὲν μηδόλως, τὰ δὲ ἐπ’ ὀλίγον πάσχειν, ὡς ῥᾴστην αὐτοῖς γίγνεσθαι τὴν εἰς τὸ κατὰ φύσιν ἐπάνοδον; οὕτω δὲ κᾀπειδὰν ἡ κατὰ τὸν ἀέρα κρᾶσις ἀμέτρως ἐκτραπῇ τοῦ κατὰ φύσιν ἐς ὑγρότητά τε καὶ θερμότητα, λοιμώδη μὲν ἀνάγκη γενέσθαι νοσήματα, πάσχειν δ’ ἐν αὐτοῖς μάλιστα τοὺς ἤδη προπεπληρωμένους ὑγρότητος περιττῆς· ὡς ὅστις γε συμμέτροις τε πόνοις καὶ βίῳ κεκοσμημένῳ χρῆται, τὸ πάμπαν ἀπαθὴς διαμένει κατὰ πάσας τὰς τοιαύτας διαθέσεις. οὗτος ὁ λόγος ἐφ’ ἑνὸς μὲν εἴρηται παραδείγματος, ἀληθεύεται δὲ ὅμως ἐπὶ παντὸς γένους αἰτίας. καὶ ὅστις γε προῄρηται τελέως ἐν αὐτῷ γυμνάσασθαι, τὸ περὶ τῶν προκαταρκτικῶν αἰτίων ἀναγινωσκέτω βιβλίον· ἐγὼ δὲ ἐν τῷ παρόντι μήκους φειδόμενος ἑνὶ κεφαλαίῳ σύμπαντα περιλαβὼν αὐτὸν ἀπαλλάξομαι. χρὴ γὰρ ἐφ’ ἑκάστου τῶν αἰτίων, ᾗ τινι μάλιστα ἐπισκεψάμενον δυνάμει νοσάζειν πέφυκεν, ἑξῆς ἐπισκοπεῖσθαι τὰς ὁμολογούσας τε καὶ ἀντιβαινούσας αὐτῷ διαθέσεις τῶν σωμάτων, εὖ εἰδότα ὡς ταῖς μὲν ὁμολογούσαις ἑτοίμη βλάβη, ταῖς δὲ ἐναντιουμέναις 

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]