Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

βουβῶσι συνεκθερμαίνουσιν ἀεὶ τὸ συνεχὲς, ἡ μὲν θερμασία διαδίδοται μέχρι τῆς καρδίας, οὐκ ἀφικνεῖται δὲ εἰς αὐτὴν ἡ σηπεδονώδης λιγνὺς, ἀλλ’ αὐτόθι μένει περιγεγραμμένη κατὰ τὸ τοῦ βουβῶνος χωρίον, ἀλλοιώσει μόνῃ τῇ κατὰ τὸ συνεχὲς ἐπὶ τὴν καρδίαν ἀφικνουμένης τῆς θερμότητος, ᾧ μάλιστα τρόπῳ κᾀπὶ τῶν ἐγκαιομένων τε καὶ κοπουμένων ἐκ τῶν πρώτων θερμανθέντων ἐπὶ τὴν ζωτικὴν ἀρχὴν ἡ διάδοσις γίνεται· ἐπὶ δὲ τῆς κατὰ τὰ σπλάγχνα καὶ τὰ μεγάλα τῶν ἀγγείων σηπεδόνος οἷον καπνὸς ἐκ τῶν σηπομένων χυμῶν εἰς τὰς κοιλίας ἀφικνεῖται τῆς καρδίας. καὶ τοίνυν καὶ σήπεσθαι συμβαίνει τοὺς μὲν ἐν τῷ βουβῶνι χυμοὺς ἀθρόως ἅπαντας, εἴτε κατὰ μίαν ἡμέραν, εἴτε κατὰ δύο συνεχῶς, ἅτε ὁμιλοῦντάς τε ἀλλήλοις καὶ κατακεκλεισμένους ἐν ἑνὶ χωρίῳ· τοὺς δὲ κατὰ τὰ σπλάγχνα καὶ τὰ μεγάλα τῶν ἀγγείων, ἅτε διαῤῥέοντας ἀεὶ καὶ συνδιασήποντας ὅσων ἂν ἐφάψωνται, χρόνῳ πλείονι τὸ σηπεδονῶδες ἀνάπτειν θερμόν. ἑνὶ δὲ λόγῳ καθάπερ ἐπὶ τῶν ἐκτὸς ἁπάντων, ὅσα θερμαίνεται παρὰ φύσιν ὑφ’ ἡστινοσοῦν αἰτίας, εἰ μὲν ἄσηπτον εἴη τὸ θερμανθὲν, οἷον ἤτοι λίθος ἢ ξύλον ἤ τι τοιοῦτον ἕτερον, 

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]