Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

ἐστι τοῦ μὴ πάσχειν ὁμοίως ὑπὸ τῆς τοιαύτης αἰτίας ἅπαντας ἡ τῶν κωλυθέντων ἁλῶναι τοῖς ἐπιδημίοις τε καὶ λοιμώδεσι νοσήμασι διάθεσις. εἷς μὲν γὰρ καὶ πρῶτος σκοπός ἐστιν ἐπὶ πάντων κοινὸς, ἀπέριττον ὅτι μάλιστα καὶ εὔπνουν εἶναι τὸ σῶμα· δεύτερος δὲ ἐφεξῆς τῷδε, ὡς πρὸς τὴν δυναστεύουσαν αἰτίαν ἀπομάχεσθαι ὡς δυνατόν. ὅσοις δὲ τἀναντία τούτων ὑπάρχει, τάχιστά τε πάσχουσι καὶ μάλιστα κάμνουσιν. ἐπεὶ δὲ τῶν λοιμωδῶν ἐμνημόνευσα πυρετῶν ὑπὸ σηπεδόνος ἁπάντων γινομένων, ἄξιον ἐπιστάντα τὸν λόγον ἐν τῷδε διασκέψασθαι περὶ παλαιοῦ δόγματος, ἅπαντα πυρετὸν ἐπὶ τῇ τῶν χυμῶν σήψει φάσκοντος γενέσθαι. κινδυνεύει γὰρ οὖν δοξάζειν ὧδε καὶ ὁ τῶν ἀπ’ Ἀθηναίου χορὸς, ἄνδρες οὐχὶ φαυλότατοι τά τ’ ἄλλα τῆς τέχνης καὶ οὐχ ἥκιστα πυρετῶν ἐπιστήμης, περὶ ὧν κᾀγὼ τό γε πλεῖστον αὐτοῖς σύμφημι, πλὴν ἕν τι παρίημι, τοὺς ἐφημέρους ὀνομαζομένους πυρετούς. οὐ γάρ μοι δοκοῦσιν οὗτοι σήψεσιν ἕπεσθαι χυμῶν, ἀλλ’ ὁ μὲν ἐπ’ ἐγκαύσει πυρέξας ὑπὸ τῆς τοῦ δρῶντος αἰτίου θερμασίας

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]