Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

τε καὶ ἀπομαχομέναις, εἰς ὅσον ἂν ἥκῃ δυνάμεως καὶ μεγέθους ἡ ἐναντίωσις, εἰς τοσοῦτον ἀηττήτοις ὑπάρξει διαμένειν. οἶδα γοῦν ἔγωγέ ποτε τοιαύτης καταστάσεως γενομένης, οἵαν Ἱπποκράτης ἐν Κρανῶνι γενέσθαι φησὶν, ἄνθρακας ἐπιδημήσαντας οὐκ ὀλίγους, ὧν ἥ τε γένεσις καὶ ἄλλα σύμπαντα καθ’ ὃν ἐκεῖνος ἔγραψε τρόπον ἠκριβοῦτο. καὶ μέντοι καὶ ὅσα κατὰ τὸ τρίτον τῶν ἐπιδημιῶν ἐπὶ τῆς λοιμώδους ἔγραψε καταστάσεως, καὶ ταῦτα σύμπαντα καθ’ ἑτέραν ὁμοίαν ἐκείνῃ κατάστασιν ὡσαύτως ἐγίνετο. κεφάλαιον δὲ αὐτῶν ἦν, ὡς αὐτὸς ὁ Ἱπποκράτης ἐδήλωσεν, ἡ σηπεδὼν, καὶ ἡμεῖς τοῦτο προγινώσκοντες εὐθὺς ἀρχομένης τῆς καταστάσεως, ὅσα μὲν ὑγρὰ τῶν σωμάτων ἑωρῶμεν, εὐθὺς ἐκ παντὸς τρόπου ξηραίνειν ἐπεχειροῦμεν· ὅσα δὲ ξηρότερα, τὴν ἀρχαίαν φύσιν ἐπὶ τούτων ἐφυλάττομεν· ὅσα δὲ περιττωματικὰ, καθάρσεσιν ἐξιώμεθα· τὰς δὲ ἐμφράξεις τῶν πόρων ἐξεφράττομέν τε καὶ διεῤῥύπτομεν. ἀλλὰ ταῦτα μὲν ἤδη πως ἔχεται τῆς θεραπευτικῆς μεθόδου, καὶ δῆλον ὅτι δι’ ἐκείνης τῆς πραγματείας ἐπὶ πλεῖστον εἰρήσεται. νῦν δὲ ἐπεμνήσθην

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]