De Febrium Differentiis (On the Differences of Fevers)
Kühn 1824
ἐφεξῆς δὲ ὅσοι τούτων ἐπιμνησθέντες ἀνέμιξαν
αὐταῖς ὁμοτίμως ἁπάσας τὰς κατὰ τὸ συμβεβηκὸς, οὐ διακρίναντες
ἀπὸ τῶν χρησίμων τὰς ἀχρήστους. οὐ μόνον δὲ ἐν
τοῖς γένεσι τῶν διαφορῶν ἥμαρτον οἱ πλεῖστοι τῶν ἰατρῶν,
ἤτοι πλεονάσαντες, ὡς καὶ τῶν ἀχρήστων μνημονεύειν, ἢ ἐλλιπόντες,
ὡς καὶ τῶν χρησίμων ἐνίας παρελθεῖν· ἀλλὰ κατὰ
τὴν ἐν αὐτοῖς τοῖς γένεσι τομὴν εἰς τὰς οἰκείας διαφορὰς
ὡσαύτως ἐσφάλησαν. αὐτίκα γέ τοι τοῦ πρώτου τε καὶ
κυριωτάτου γένους τῶν διαφορῶν ἀπὸ τῆς τοῦ τεμνομένου
πράγματος οὐσίας λαμβανομένου, τινὰς μὲν τῶν ἰατρῶν ἔστιν
ἰδεῖν ὅλον παρελθόντας τὸ γένος τοῦτο· τινὰς δὲ ἤτοι
πλεονάσαντας, ἢ ἐλλιπόντας ἐν τῇ διαιρέσει, καίτοιγε Ἱπποκράτους
ἄριστα πεποιημένου τὴν διαίρεσιν ἐν τῷ ἕκτῳ τῶν
ἐπιδημιῶν. ἔχει δὲ ἡ ῥῆσις ὧδε· πυρετοὶ, οἱ μὲν δακνώδεες
τῇ χειρί· οἱ δὲ πρηέες· οἱ δὲ οὐ δακνώδεες, ἐπαναδιδόντες
δέ· οἱ δὲ ὀξέες μὲν, ἡσσώμενοι δὲ τῆς χειρός· οἱ δὲ περικαέες
εὐθέως· οἱ δὲ διὰ παντὸς βληχροὶ, ξηροί· οἱ δὲ ἁλμυρώδεες·
Work
Title: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 273-405
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_059.xml [278 Kb]