Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

οἱ δὲ πεμφιγώδεες, ἰδεῖν δεινοί· οἱ δὲ πρὸς τὴν χεῖρα νοτιώδεες· οἱ δὲ ἐξέρυθροι· οἱ δὲ ἔξωχροι· οἱ δὲ πελιοὶ, καὶ τὰ ἄλλα τὰ τοιαῦτα. ἐναργέστατα γὰρ ἐν τούτοις ἀπό τε τῆς οὐσίας τοῦ πράγματος ἅμα καὶ ἀπὸ τῆς διαγνώσεως εἰς τὰς οἰκείας διαφορὰς ἐποιήσατο τὴν διαίρεσιν. ἡ μὲν γὰρ οὐσία τῶν πυρετῶν ἐν τῷ γένει τῆς παρὰ φύσιν θερμότητος· αἱ διαφοραὶ δὲ τῆς θερμασίας, αἵ τε παρὰ τὸ μᾶλλον καὶ τὸ ἧττόν εἰσι, καὶ παρὰ τὴν ὕλην, ἐν ᾗ τὸ παρὰ φύσιν τοῦτο θερμὸν, καὶ αἱ παρὰ τὸν τρόπον αὐτοῦ τῆς κινήσεως, ἃς ἁπάσας συμπλέξας τῷ τρόπῳ τῆς διαγνώσεως ἔγραψεν, ὡς ἐπὶ προήκοντι τῷ λόγῳ δείξομεν. αἱ μέντοι δὴ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον εὔδηλοί τε καὶ σύνηθες ἤδη τοῖς ἰατροῖς ὀνομάζειν ἐν τούτῳ τῷ γένει τῆς διαφορᾶς τὸν μέγαν τε καὶ μικρὸν πυρετὸν, οὐ κυρίως μὲν ἐπὶ ποιοῦ πράγματος ὄνομα ποσότητος ἐπιφέρουσιν, ὅμως δὲ οὖν εἰθισμένοι οὕτω ποιεῖν οὐκ ἐπὶ τοῦ πυρετοῦ μόνον, ἀλλὰ καὶ ἐπὶ ἄλλων μυρίων ἐν ποιότητι μὲν ἐχόντων τὴν ὕπαρξιν, ὀνομαζομένων δὲ μεγάλων τε καὶ μικρῶν. αἱ δὲ παρὰ τὴν ὕλην, ἐν ᾗ τὸ παρὰ

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]