Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

φύσιν τοῦτο θερμὸν, οἰκειόταται διαφοραὶ τῆς παρὰ φύσιν θερμασίας εἰσὶν, ἤτοι τὸ σῶμα τῆς καρδίας αὐτὸ κατειληφυίας αὐτῆς, ἢ τοὺς περιεχομένους ἐν ταῖς κοιλίας αὐτῆς χυμούς. λοιπὴ δὲ καὶ τρίτη τις ἐπ’ αὐταῖς διαφορὰ, τῆς ἀερώδους οὐσίας μόνης ἐκτεθερμασμένης ἱκανῶς, τῶν δὲ ὑγρῶν καὶ στερεῶν σωμάτων θερμαινομένων μὲν ἔτι, ἐκτεθερμασμένων δὲ οὐδέπω. διαφέρει γὰρ οὐ σμικρῷ τὸ θερμαίνεσθαί τι τοῦ τεθερμάνθαι. μάθοις δ’ ἂν ἐναργέστατα τὸ λεγόμενον ἐπὶ παραδειγμάτων τοιῶνδε. νόησόν μοι θερμὸν ὕδωρ ἐμβεβλημένον λέβητι ψυχρῷ, κᾄπειτα θερμαινόμενον ὑπ’ αὐτοῦ τῇ γειτνιάσει τὸ τοῦ λέβητος σῶμα, θερμὸν δὲ ἀκριβῶς ὅλον μηδέπω γεγενημένον· αὖθις οὖν μοι νόησον εἰς θερμὸν καὶ διάπυρον λέβητα ψυχρὸν ὕδωρ ἐγκεχυμένον, εἶτα θερμαινόμενον ἔτι, θερμὸν μηδέπω μηδὲ αὐτὸ γεγενημένον. ἐπὶ ταύταις ταῖς εἰκόσι κατὰ μὲν τὴν δευτέραν ἡ πρώτη διαφορὰ τῶν πυρετῶν ἐστιν, οὓς ἔφαμεν αὐτὸ τῆς καρδίας τὸ σῶμα κατειληφέναι· κατὰ δὲ τὴν προτέραν ἡ τῶν ἐν τοῖς χυμοῖς τοῖς κατ’ αὐτό· ἡ δὲ λοιπὴ καὶ τρίτη πάντη μὲν οὐκ ἔχει

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]