Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

ἐπελθεῖν. εὐθὺς δὲ ἀναγκαῖον εἰπεῖν τι καὶ περὶ τῆς γεννήσεως αὐτῶν.

Ὅτι μὲν οὖν ἐπὶ κόποις, καὶ θυμοῖς, καὶ λύπαις, ἐγκαύσεσί τε καὶ ἐμψύξεσι, καὶ ἀγρυπνίαις, καὶ ἀπεψίαις, καὶ μέθαις, καὶ πλησμοναῖς ὁρῶνται πυρέττοντες ἔνιοι, πᾶσιν ἀνθρώποις ἐστὶν ἤδη τοῦτό γε πρόδηλον, ὑπ’ αὐτῆς τοῦ πράγματος τῆς ἐναργείας δεδιδαγμένοις. καὶ μὲν δὴ καὶ ὅτι λοιμώδους ἀέρος κατάστασις ἤνεγκε πυρετὸν, οὐδὲ τοῦτο ἀγνοοῦσιν, οἷς μέτεστι συνέσεως, ὥσπερ γε καὶ ὅτι συνδιατρίβειν τοῖς λοιμώττουσιν ἐπισφαλές· ἀπολαῦσαι γὰρ κίνδυνος ὥσπερ ψώρας τινὸς ἢ ὀφθαλμίας. ἐπισφαλὲς δὲ καὶ τοῖς ὑπὸ φθόης συνεχομένοις συνδιημερεύειν, καὶ ὅλως ὅσοι σηπεδονῶδες ἐκπνέουσιν, ὡς καὶ τοὺς οἴκους, ἐν οἷς κατάκεινται, δυσώδεις ὑπάρχειν. ἔγνωσται δὲ πρὸς τῆς μακρᾶς πείρας, καὶ ὡς οἱ καταλύσαντες ἔθος γυμνασίων ἄλλοις τέ τισιν ἁλίσκονται νοσήμασι καὶ οὐχ ἥκιστα τοῖς πυρετώδεσι. καὶ μέν γε καὶ ὡς ἡ καλουμένη πληθώρα φέρει πυρετοὺς, ἐδέσματά τέ τινα μοχθηρὰ, καὶ φάρμακα, καὶ τὰ περὶ

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]