Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

τὴν γαστέρα, δόξει σοι μηδὲ τῶν ἐντέρων τι μήτε τῶν σπλάγχνων μηδὲν ἀποσώζεσθαι, καὶ τὸ ὑποχόνδριον ἀνεσπᾶσθαι σφοδρῶς εἰς τὸν θώρακα· εἰ δὲ καὶ ἅψασθαι βουληθείης αὐτῶν, τὸ μὲν δέρμα καρφαλέον ἐσχάτως ἐστὶ, καὶ εἰ ἀνατείναις ἐπιλαβόμενος τοῖς δακτύλοις, ὥσπερ βύρσα τις ἵσταται· ὁ δὲ σφυγμὸς ἰσχνὸς καὶ σκληρὸς καὶ ἀμυδρὸς καὶ πυκνός· ἡ θερμασία τε κατὰ μὲν τὴν πρώτην ἐπιβολὴν ἀμυδρὰ, μετ’ ὀλίγον δὲ τό τε δριμὺ καὶ τὸ διαβρωτικὸν ἐνδείκνυται, καὶ μᾶλλον, ἢν ἐπιπλέον ἐγχρονίσῃς ἁπτόμενος. οὐδὲν ἔτι χρὴ τῶν λοιπῶν μνημονεύειν γνωρισμάτων ἐν οὕτω σαφεῖ πράγματι. βέλτιον γὰρ ἐπὶ τὸν ἀρχόμενον ἔτι μαρασμὸν ἀπάγειν τὸν λόγον. ἄρχεσθαι δὲ λέγω τὸν μαρασμὸν, ὅταν ἡ σύμφυτος ὑγρότης ἡ ἐν ἑκάστῳ σώματι παρεσπαρμένη κατὰ τὰς μεταξὺ χώρας τῶν ὁμοιομερῶν, ἐξ ἧς πρῶτον τρέφεται τὰ μόρια, κινδυνεύῃ μηκέτ’ εἶναι κατὰ τὸ τῆς καρδίας σῶμα. μέχρι μὲν γὰρ τοῦ σώζεσθαί τι ταύτης, ἑκτικὸς μόνον ὁ πυρετός ἐστιν, οὐ μὴν ἤδη γέ πω καὶ μαρασμώδης· ὅταν δὲ εἰς κίνδυνον ἥκῃ τοῦ μηκέτ’ εἶναι τῆς τοιαύτης ὑγρότητος μηδὲν, ὁ ἀκριβὴς ἤδη μαρασμὸς συνίσταται. χαλεπὴ 

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]