Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

γένεσι κατά τι σύμπτωμα· τοῖς μὲν ἐφημέροις, ἐπειδὰν ἐπ’ ἐμψύξει σφοδρᾷ πυρέττωσιν, ἤ τις αὐτοῖς συνυπάρχῃ τάσις νευρώδης· ἔστι δ’ ὅτε καὶ δι’ ἔγκαυσιν ἰσχυρὰν, ἢ κόπον ἅμα, ἢ ἔνδειαν τροφῆς, ἢ ἀγρυπνίαν ἄμετρον, ἢ κένωσιν, ὅταν ἐπ’ ἐνδείᾳ τροφῆς καὶ ταῦτα συστῇ· τοῖς δὲ ἐπὶ σήψει χυμῶν σκληρὸς ὑπάρχει σφυγμὸς, ἐπειδὰν ἤτοι φλεγμαίνῃ τι σπλάγχνον, ἢ σκιῤῥωθῇ, καὶ κατὰ σύμπτωμα δέ τι συνὸν, ἤτοι νευρώδη τινὰ τάσιν, ἢ ξηρότητα, γένοιτ’ ἂν καὶ οὕτως σκληρὸς ὁ σφυγμὸς, ὥσπερ καὶ τοῖς ἀκαίρως πιοῦσι ψυχρὸν, ἢ λουσαμένοις ἐν ψυχρῷ, καί τινας ὀπώρας προσενεγκαμένοις δαψιλῶς. κατ’ αὐτὸν δὲ τὸν τοῦ πυρετοῦ λόγον, ᾗ πυρετός ἐστιν, οὐδέποτε γίνεται σκληρὸς ὁ σφυγμὸς οὔτε τοῖς ἐφημέροις πυρετοῖς οὔτε τοῖς ἐπὶ σήψει χυμῶν· οὐδὲ γὰρ ὅταν ἐπὶ φλεγμονῇ πυρέττωσι, κατὰ τὸν αὐτὸν λόγον ὅ τε πυρετὸς ἕπεται καὶ ἡ τοῦ σφυγμοῦ σκληρότης· ἀλλὰ ὁ μὲν πυρετὸς ἐπὶ σήψει τῶν χυμῶν, ἡ δὲ σκληρότης ἐπὶ τῇ διὰ τὴν συμπλήρωσιν τῶν ἀγγείων τάσει. συλλήβδην γὰρ εἰπεῖν ἡ σκληρότης τοῖς χιτῶσι τῶν ἀρτηριῶν ἐγγίγνεται, ἢ διὰ πῆξιν, 

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]