Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

ἀλλὰ περὶ μὲν τούτου ἐν οἰκείῳ τοῦδε τοῦ λόγου χωρίῳ καὶ αὖθις σκεψόμεθα. τὸ δ’ εἰρημένον εἶδος τῆς θερμασίας, τὸ κεντοῦν, ὡς ἂν εἴποι τις, ἢ διαβιβρῶσκον, ὥσπερ τι φάρμακον δριμὺ, τὴν ἐπιβαλλομένην χεῖρα, σηπεδόνος ἐστὶ χυμῶν ἔγγονον, ἐναργῶς μὲν ταῖς ἀναβάσεσί τε καὶ ταῖς ἀκμαῖς τῶν πυρετῶν φαινόμενον, οὐκ ἐναργῶς, οὐδ’ εὐθέως ἐν ταῖς εἰσβολαῖς. ἴδιον δὲ ἀχώριστόν ἐστι τοῦ γένους τῶν ἐπὶ χυμοῖς ἀναπτομένων πυρετῶν καὶ τὸ τάχος τῆς τῶν σφυγμῶν συστολῆς, ἐναργέστερον μὲν ἐν ταῖς ἐπιδόσεσι φαινόμενον, οὐκ ἀσαφὲς δὲ οὐδ’ ἐν ταῖς εἰσβολαῖς τε καὶ ταῖς ἀκμαῖς. σύνεστι δ’ αὐτοῖς κατὰ μὲν τὰς ἀρχὰς ὁ μικρός τε ἅμα καὶ ὁ ταχὺς σφυγμὸς, ἔν τε ταῖς ἀκμαῖς ὁ μέγας τε ἅμα καὶ ταχύς. οὕτω δὲ καὶ ἡ κατὰ τὴν ἐκτὸς ἠρεμίαν πυκνότης ἐναργής ἐστιν ἐν τοῖς τοιούτοις πυρετοῖς, οὔτε τοῖς ἐφημέροις οὔτε τοῖς ἑκτικοῖς ὅμοιος ὑπάρχουσα. ἴδιον δὲ ἐν τοῖς μάλιστα τῶν τοιούτων πυρετῶν ἐστι καὶ ἡ τῶν οὔρων ἀπεψία, καὶ ἡ ἀμυδρὰ πέψις ἴδιόν ἐστι γνώρισμα τῶν ἐπὶ χυμοῖς πυρετῶν. οὔτε γὰρ ἄπεπτον οὔτε ἀμυδρῶς πεπεμμένον ἐν τοῖς

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]