Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

ἐφημέροις φαίνεται. ἑκάτερον μὲν αὐτῶν ἰδίᾳ λεγόμενον ἴδιόν ἐστι γνώρισμα τῶν ἐπὶ χυμοῖς πυρετῶν· ἅμα δ’ ἄμφω λεγόμενα κατὰ τὸ παραδιεζευγμένον ἀξίωμα παντάπασιν ἀχώριστα. τῷ γὰρ τοιούτῳ γένει τῶν πυρετῶν τὰ πρῶτα τῶν οὔρων ἤτοι παντάπασιν ἄπεπτα, ἢ ἀμυδρῶς πεπεμμένα συνεισβάλλει. μέγα δὲ καὶ ἀξιόλογον γνώρισμα πέψεως ἐν τοῖς πρώτοις οὔροις οὐδέποτε φαίνεται κατὰ τοὺς τοιούτους πυρετοὺς, ἀφωρισμένης τῆς ἐκ τῶν ἐφημέρων πυρετῶν μεταπτώσεως, ὑπὲρ ἧς ἔμπροσθεν ἔφαμεν. ἐπὶ δὲ τοῖς εἰρημένοις γνωρίσμασι τῶν προκειμένων πυρετῶν ἐστὶ καὶ τὸ κατὰ τὴν ἀκμὴν τοῦ παροξυσμοῦ προδεῖξαί τι σύμπτωμα καυσώδους πυρετοῦ. καὶ μέντοι γε καὶ τὰ τῶν ἠπιάλων καὶ λειπυριῶν εἰ φανείη συμπτώματα, καθάπερ οὖν καὶ τὰ τῶν ἡμιτριταίων, ἢ τυφωδῶν, ἤ τινος ἄλλου τοιούτου πυρετοῦ, ἅπερ ἴδια μέν ἐστι τοῦ γένους τῶν ἐπὶ χυμοῖς σηπομένοις ἀναπτομένων πυρετῶν, οὐ μὴν ἀχώριστά γε, καὶ διὰ τοῦτο μὴ παρόντων μὲν αὐτῶν, ἐξ ἑτέρων ἡ διάγνωσις· εἰ παρείη δὲ, οὐ μόνον τοῦ γένους τῶν τοιούτων πυρετῶν, ἀλλὰ καί

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]