Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

ἐν ἑτέρᾳ πραγματείᾳ λέγεται διὰ βιβλίων τεττάρων, ἣν περὶ διαγνώσεως σφυγμῶν ἐπιγράφομεν· ὥσπέρ γε καὶ τὴν ἑξῆς αὐτῇ τετράβιβλον ἑτέραν περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων ἐποιησάμεθα· καὶ τετάρτην ἐπὶ ταῖς εἰρημέναις περὶ τῆς διὰ τῶν σφυγμῶν προγνώσεως, οὐ λόγῳ μόνῳ, ἀλλὰ καὶ τοῖς ἔργοις αὐτοῖς ἐπιδειξάμενοι τῆς τοιαύτης θεωρίας τὸ χρήσιμον. καὶ εἴ τις ἡμῖν ἐπ’ ἀῤῥώστων συμπαρεγένετο, τὴν τῶν βιβλίων θεωρίαν ἔργῳ διαδεικνυμένοις, οὗτος ἐπείσθη τά τε ἄλλα καὶ ὡς οὐκ ἔστιν οὔτ’ ἴδιος οὔτ’ ἀχώριστος τῶν πυρετῶν τούτων ὁ σκληρὸς σφυγμός. ἀλλ’ οὐ νῦν περὶ τούτου καιρός· ἔν τε γὰρ ταῖς εἰρημέναις πραγματείαις καὶ δι’ ἑτέρας ὀκτωβίβλου, καθ’ ἣν ἐπισκοπούμεθα τὸ περὶ τῶν σφυγμῶν Ἀρχιγένους βιβλίον, αὐτάρκως ἐπιδέδεικται τὰ τοιαῦτα συμπτώματα. νυνὶ δὲ ὅσον εἰς τὰ παρόντα χρήσιμον, εἰρήσεται. ὁ σκληρὸς σφυγμὸς οὐκ ἔστιν οὔτ’ ἴδιος οὔτ’ ἀχώριστος οὐδενὸς γένους πυρετῶν, οὔτε τῶν ἐφημέρων οὔτε τῶν ἐπὶ χυμοῖς οὔτε τῶν ἑκτικῶν· σύνεστι δὲ ὡς τὰ πολλὰ μὲν τοῖς ἑκτικοῖς, ἔστι δὲ ὅτε καὶ τοῖς ἄλλοις δύο

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]