
De Totius Morbi Temporibus (Opportune Moments in Diseases as a Whole)
Kühn 1824
μέχρι δ’ ἂν ἀπὸ τῶν ἴσων ἀριθμῶν ἑστήκῃ τὸ μέγεθος τοῦ
πυρετοῦ, μέχρι τοσούτου τῷ μεγέθει τῆς ἀκμῆς οἰκεῖα πράττειν
προσήκει. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπ’ ὀφθαλμίας
καὶ πλευρίτιδος καὶ πάσης φλεγμονῆς ἑκάστου τε τῶν ἄλλων
νοσημάτων οἱ καθόλου καιροὶ τὴν τῶν διαφόρων βοηθημάτων
ὑπαγορεύουσι χρῆσιν, αἰσθήσει μετρούμενοι. λογικὸν
οὖν γίνεται σκέμμα τὸ περὶ τοῦ πλάτους τῆς ἀκμῆς, εἴτε
τῶν κατὰ μέρος παροξυσμῶν, εἴτε τῆς ὅλης νόσου τι σκοποῖτο·
νυνὶ δὲ οὐ πρόκειταί μοι τὰ τοιαῦτα διαιρεῖν, ὡς οἱ
τὰ πάντα ἐν πᾶσι φέροντες πράττουσιν, ὧν εἷς ἐστι καὶ
Ἀρχιγένης. ἀναμίγνυσι γὰρ οὗτος ὁ ἀνὴρ ἰατρικωτάταις πραγματείαις
ἐνίοτε μὲν ὑπὲρ ὀνομάτων ζήτησιν, ἔστι δὲ ὅτε καὶ
περὶ αὐτῶν τῶν πραγμάτων, ἀλλὰ λογικήν· ἡμεῖς δὲ ὥσπερ
ἀεὶ τοῦτο ἐφυλαξάμεθα, καὶ νῦν οὕτω πράξομεν, ἐάσαντες
ὑπὲρ ἀκμῆς ἑτέροις ζητεῖν, εἴτε ἄχρονός ἐστιν, εἴτε σὺν χρόνῳ
τινὶ, τὴν χρείαν μετρήσομεν αὐτῆς, τὴν φύσιν ὁρῶντες ἐναργῶς
ἔν τε ταῖς ἡλικίαις τὴν ἀκμαστικὴν ἐν πλατεῖ χρόνῳ
διαλυομένην, ἔν τε τοῖς νοσήμασιν ἐνίοτε μὲν ἐν μακροτέρῳ,
πολλάκις δ’ ἐν ἐλάττονι, πάντως δ’ οὖν ἐν αἰσθητῷ.
Work
Title: De Totius Morbi Temporibus
English: Opportune Moments in Diseases as a Whole
Original: Περὶ τῶν ὅλου τοῶ νοσήματος καιρῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 440-462
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_061.xml [47 Kb]