De Totius Morbi Temporibus (Opportune Moments in Diseases as a Whole)
Kühn 1824
τουτὶ δὲ αὐτὸ τὸ τοῦ χρόνου διάφορον ἐναργέστερόν ἐστιν ἐπὶ
τῆς κατὰ τὴν ἀκμὴν ἡλικίας ἐν τοῖς ζώοις θεάσασθαι· καὶ
γὰρ δὴ καὶ κύνας θηρευτικοὺς, καὶ ἵππους ἀγωνιστὰς ὁρῶμεν
ἤδη τι ποιοῦντας οἰκεῖον ἔργον ἐν τῷ τῆς αὐξήσεως καιρῷ,
καὶ μετὰ ταῦτα τελείους τε αὐτούς φαμεν γεγονέναι, καὶ βλέπομεν
ἐναργῶς ἰσχυροτέρους μὲν ἢ πρόσθεν, ὡσαύτως δὲ
ἰσχύοντας οὐκ ἐνιαυτῷ μόνῳ, ἀλλὰ καὶ δυοῖν ἔστιν ὅτε καὶ
τρισὶν ἔτεσιν· ὥσπερ καὶ ἀνθρώπους ἀθλητὰς οὐ τρισὶ τούτοις
γε μόνον, ἀλλὰ καὶ τέτταρσι καὶ πέντε πολλάκις ἔτεσιν
ἰσοσθενεῖς διαμείναντας ὡς πρὸς αἴσθησιν. οὕτω δὲ ὡς ἔφην
καὶ κατὰ τὰς νόσους οἵ τε κατὰ μέρος παροξυσμοὶ τὰς ἀκμὰς
ἐν χρόνῳ ποιοῦνται σαφεῖ, καὶ πολὺ δὴ μᾶλλον οἱ καθόλου
καιροὶ τῆς ὅλης νόσου πλάτος ἔχουσιν, οἵ τε ἄλλοι πάντες ὅ
τε τῆς ἀκμῆς οὐδὲν ἧττον (ἔστιν) ὅ τε τῶν ἄλλων ἕκαστος.
γνωρίζειν δὲ αὐτὰς ἐνίοτε μὲν ἐγχωρεῖ σαφῶς, ἔστι δ’ ὅτε
ἀμυδρῶς, ἢ καὶ παντάπασιν ἀγνοεῖν ἄχρι παμπόλλου.
καὶ κατὰ τοῦτο ἔνια δοκεῖ τῶν νοσημάτων εὐθὺς εἰσβάλλειν
ἀκμάζοντά· καὶ τοῦτο μὲν αὐτὸ τῶν ἀδυνάτων ἐστὶν, οὔτε
Work
Title: De Totius Morbi Temporibus
English: Opportune Moments in Diseases as a Whole
Original: Περὶ τῶν ὅλου τοῶ νοσήματος καιρῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 440-462
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_061.xml [47 Kb]