Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

διατείνεσθαί φησι. τούτοις γὰρ αὐτὸς ἐχρήσατο τοῖς ῥήμασιν, ὥσπερ καὶ ὅτι διὰ τὸ μηκέτι δύνασθαι τὴν ἐπίσαξιν ἐπιδέχεσθαι, παρέμπτωσιν εἰς τὰς ἀρτηρίας γίνεσθαι τοῦ περιττοῦ, τὴν ὁρμὴν ἐκεῖσε λαβόντων τῶν πληθυνόντων κατὰ τὰς φλέβας. παραλέλειπται μὲν οὖν τι κᾀνταῦθα κατὰ τὴν διαίρεσιν. οὐ γὰρ οὕτως ἁπλῶς ἐχρῆν εἰπεῖν, ὅταν μηκέτι ἐπίσαξιν αἱ φλέβες δέχωνται, τὴν ὁρμὴν γίγνεσθαι τῶν ἐν αὐταῖς εἰς τὰ τοῦ πνεύματος ἀγγεῖα· πολλῷ δ’ ἦν βέλτιον φάναι, δυοῖν θάτερον ἕπεσθαι τῇ προειρημένῃ πληρώσει τῶν φλεβῶν, ἤτοι ῥῆξιν αὐτοῦ χιτῶνος ἢ μετάχυσιν τοῦ αἵματος εἰς τὰ τοῦ πνεύματος ἀγγεῖα. τὸ δ’ ἐξ ἀνάγκης οἴεσθαι μὲν μεταχεῖσθαι τὸ αἷμα διὰ τὸ μὴ χωρεῖσθαι πρὸς τῶν φλεβῶν; ἐπιλελησμένου παντάπασίν ἐστιν, ὡς γίγνεταί ποτε ῥῆξις ἀγγείου διὰ πλῆθος, ἵνα παραλίπω τὴν ἄνευ μεταχύσεως ἀναστόμωσιν ἐναργῶς πολλάκις εἰς αἰσθητὰς εὐρυχωρίας γιγνομένην ἐντέρων καὶ γαστρὸς καὶ στομάχου καὶ φάρυγγος καὶ στόματος. ἀλλὰ τὸ μὲν ἐν τῇ διαιρέσει τῶν λόγων 

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]