De Plenitudine (On Plethora)
Kühn 1824
ὁ γοῦν ὄντως ἀγαθὸς γυμναστὴς, εἰ παραλάβοι τινὰ πολὺ
μὲν αἷμα φλεγματικὸν ὑπ’ ἀγυμνασίας ἠθροικότα, τῇ δυνάμει
δὲ ἀσθενέστερον, ὀλίγον εἶναι ἀποδώσει τοῦτον ἰσχυρότερον,
οὐ πολυαιμότερον, ἢ παρέλαβεν. ὥσπερ οὖν οὐκ ἀναγκαῖον,
ὅσοι ταῖς ἐνεργείαις εὐτονώτεροι σφῶν αὐτῶν γεγόνασιν,
ηὐξῆσθαι τούτοις τοὺς χυμοὺς, οὕτως ἀναγκαῖόν ἐστιν, ὅσοι
ταῖς ἐνεργείαις σφῶν αὐτῶν εὐτονώτεροι γεγόνασιν, ἰσχυροτέραν
αὐτοῖς γεγονέναι τὴν δύναμιν. οὐ μόνον δὲ ἀπὸ τῆς
εὐτονίας ἀρξάμενος, ἐπὶ τὴν ῥώμην τῆς δυνάμεως ἀκολουθήσεις
ἐξ ἀνάγκης, ἀλλὰ καὶ ἀπὸ τῆς δυνάμεως ἐπὶ τὴν εὐτονίαν·
ὁ γὰρ ἰσχυρὸς τὴν δύναμιν εὐτονώτερος ἐν ταῖς ἐνεργείαις
ἐστίν· ὥστ’ ἀλλήλοις ἀντακολουθεῖν εὐτονίαν μὲν ἐν ταῖς
ἐνεργείαις ῥώμῃ δυνάμεως, ῥώμην δὲ ἐν τῇ δυνάμει τῇ τῶν
ἐνεργειῶν εὐτονίᾳ· ὁπότερον γὰρ ἂν αὐτῶν ὑπάρχειν ὑπόθοιο,
πάντως τούτῳ συνυπάρχει καὶ τὸ ἕτερον· οὐ μὴν ἀπό
γε τοῦ πλείονος αἵματος ἡ ἀκολούθησις ἀναγκαία. οὔτε γὰρ εἰ
πλέον τοῦτο τοῦ πρόσθεν, ἐξ ἀνάγκης εὐτονώτερος ὁ ἄνθρωπος,
οὔτε εἰ ἔλαττον, ἀτονώτερος, ὥσπερ οὐδὲ ὅταν ἶσον, ὁμοίως
Work
Title: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 513-583
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_064.xml [146 Kb]