Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

τὰ δὲ ἔτι μᾶλλόν ἐστι τούτου δριμέα, καὶ μάλιστα ὅταν ἡλκωμένοις προσφέρηται, φρίκην ἐργάζεται. φρίκης δὲ ἐκταθείσης τε καὶ αὐξηθείσης τὸ σύμπτωμα ῥῖγος ὀνομάζεται. κατὰ δὲ τὴν αὐτὴν ἀναλογίαν ἐν ἡμῖν συνίστανται δακνώδεις χυμοὶ κατὰ τέτταρας ἰδέας· κνησμώδεις μὲν γὰρ ἐξ αὐτῶν εἰσιν οἱ μετρίως ἀμύττοντες, ἑλκώδη δὲ αἴσθησιν ἐμποιοῦσιν οἱ τούτων δακνωδέστεροι, φρίκην δὲ οἱ τούτων μᾶλλον δάκνοντες, οἱ δ’ ἱκανῶς δακνώδεις τὸ ῥῖγος. λέλεκται δὲ περὶ τούτων ἐν πολλαῖς πραγματείαις, ἀλλ’ ἱκανὰ τῷ βουληθέντι σύνοψίν τινα λαβεῖν αὐτῶν τὰ ἐν τῷ δευτέρῳ τῶν ἐν τοῖς συμπτώμασιν αἰτιῶν εἰρημένα καὶ τῷ τετάρτῳ τῶν ὑγιεινῶν· εἰ δὲ καὶ τὸ περὶ τῆς τῶν φαρμάκων δυνάμεως ἀναλέξαιτό τις γράμμα καὶ τὴν προηγουμένην αὐτῶν πραγματείαν τὴν περὶ κράσεων, ἐπιστημονικώτερον ἂν οὕτως πεισθείη περὶ τῆς τῶν δακνωδῶν φύσεως. ἀλλὰ οἱ πολλοὶ τῶν ἰατρῶν ὅμοιόν τι πεπόνθασι τῷ πρὸς Ἱπποκράτους εἰρημένῳ περὶ τῶν ἐπὶ κατάγμασιν ἢ τοιούτοις τισὶ παθήμασι τὰ προσταττόμενα μὴ ποιούντων· καὶ γὰρ κᾀκεῖνοι, καίτοι ὑγιεῖς ἐθέλοντες γενέσθαι, 

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]