De Plenitudine (On Plethora)
Kühn 1824
τὸν ἐν τῇ θεραπείᾳ κάματον οὐχ ὑπομένουσιν, ὥσπερ οὗτοι
τὸν ἐν τῷ μανθάνειν. ἀλλ’ οὔτε ἐξαίφνης ὑγιεῖς οἷόν τε γενέσθαι
μόνῳ τῷ βούλεσθαι τυχόντας τοῦ τέλους, οὔτε τούτους
ἐπιστημονικοὺς, ἄνευ τοῦ διελθεῖν ἅπασαν τὴν ὁδὸν, ἣν
ἀρτίως ἐδήλωσα. γνώσονται γὰρ, εἰ βουληθεῖεν, ὡς ἡ ἑλκώδης
ὅλου τοῦ σώματος αἴσθησις, ἥ τε ἐπὶ πλέοσι γυμνασίοις
ἀήθως παραληφθεῖσι γιγνομένη καὶ ἡ χωρὶς γυμνασίων ἄφνω
συστᾶσα, δακνώδους ἔγγονος ὑπάρχει χυμοῦ. καὶ διὰ τοῦτο
τοὺς πλέον γυμνασαμένους ἐλαίῳ τε πλείονι καὶ τρίψει μαλακῇ
καὶ λουτροῖς γλυκέων ὑδάτων θερμοῖς ἀκριβῶς εὐκράτοις
οἱ γυμνασταὶ θεραπεύουσιν, ὡς διαφορηθῆναι τοὺς
δακνώδεις χυμοὺς, ὅσοι γυμνασαμένων ἀμετρότερον ἐγεννήθησαν
ἐπὶ συντήξει πιμελῆς καὶ σαρκὸς μαλακῆς, ἢ δι’ αὐτοὺς
τοὺς ἐν τῷ σώματι χυμοὺς ἰσχυρῶς θερμανθέντας. εἴ τις οὖν
ὑπομείνειε τὰς τούτων ἀποδείξεις ἐκμανθάνειν, ἐκεῖνος ἂν μόνος
πεισθείη βεβαίως, τὴν μὲν ἑλκώδη διάθεσιν ἐπὶ δακνώδεσι
γίγνεσθαι χυμοῖς, τὴν δὲ τοῦ βάρους ἐπὶ πολλοῖς πρὸς τὴν
δύναμιν, τὴν δὲ τῆς τάσεως ἐπὶ πολλοῖς μὲν καὶ ταύτην, ἀλλ’
Work
Title: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 513-583
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_064.xml [146 Kb]