Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

ἀργὸν βίον, ἐπίσχεσίν τε συνήθων ἐκκρίσεων. ἀργὸν μὲν γὰρ τὸν ἔμπροσθεν βίον ἐνεδείξατο, μήτε ἐκπονουμένης, φήσας, κατὰ τὸ εἰθισμένον ἑκάστῳ· τὴν δὲ τῶν ἐκκρίσεων ἐπίσχεσιν ἐν τῷ προσγράψαι, μήτε ἄλλως ἐκκρινομένης, (ἡ διὰ χρόνον σημείωσις τοῦ πλήθους) ἐκ μὲν τοῦ προγεγονότος χρόνου λαμβάνων τὸν ἀργὸν βίον ἅμα τῇ τῶν ἐκκρίσεων ἐπισχέσει· ἐκ δὲ τοῦ νῦν ἐνεστῶτος τό τε παρεμπίμπλασθαι καὶ τὴν ἑλκώδη διάθεσιν, ὄκνον τε πρὸς τὰς κινήσεις, καὶ βάρος ὅλου τοῦ σώματος, ὅσα τε ἄλλα τοιαῦτα προστιθέασιν· ἐκ δὲ τοῦ μέλλοντος, ὅτι περ κενωθέντες οἱ οὕτως ἔχοντες καλῶς ὤνηνται, ὅπερ Ἐρασιστράτῳ παραλέλειπται. μαρτύριον μὲν γὰρ τοῦτο τῆς ὀρθῆς διαγνώσεώς τε ἅμα καὶ θεραπείας ἐστί· διαγνώσεως δὲ, ἢ ὡς ἐκεῖνοι καλοῦσι, σημειώσεως, οὐδὲν ἂν εἴη μέρος, εἴ γε διὰ τῆς σημειώσεως σημειοῦσθαι βουλόμεθα τὰς διαθέσεις, ἵνα ἐξεύρωμεν τὴν προσήκουσαν θεραπείαν. ὥστε εἴ γε ἐξ ἄλλου τινὸς οἷόν τ’ ἦν ὁρμηθέντας θεραπεῦσαι προσηκόντως, ἡ σημείωσις ἂν ἦν περιττή. τοῦ δ’ ἐνεστῶτος χρόνου μεμνημένος, ἔρευθός τε καὶ διάτασιν ἀγγείων

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]