Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

Ἀπὸ γοῦν τῶν ἐμπειρικῶν αὖθις ἀρξώμεθα τοῦ περὶ πλήθους λόγου, ἐπειδὴ δοκοῦσιν ἀσφαλῶς πάνυ τὰς εἰρημένας ἀπορίας ἀποδιδράσκειν, ὁμολογήσαντες αὐτοὶ μὲν μηδ’ ὅλως ἐπίστασθαι περὶ τῆς τοῦ πλήθους οὐσίας, ἐπὶ δὲ τοιᾷδέ τινι συνδρομῇ τετηρῆσθαι φάσκοντες ὠφελοῦσαν ἀφαίρεσιν αἵματος, ἣν συνδρομὴν ὀνομάζουσι πληθωρικήν. ἅπαντα γὰρ ἀθροίσαντες εἰς ταὐτὸν, ὅσα τῶν δογματικῶν ἑκάστῳ λέλεκται, νομίζουσι μὲν ἐκφεύγειν ἐκ τούτων τὰς ἐκείνων ἀπορίας, ἐλέγχονται δὲ αὐτῶν πολὺ μειζόνως, εἴ τις προσέχοι τὸν νοῦν οἷς λέγουσιν, ἃ πάλιν ἐξ ἀρχῆς ἅπαντα κάλλιον ἐπελθεῖν. ἔστω τοίνυν ἐν μὲν τῷ προγεγονότι χρόνῳ συνήθης μὲν ἐπὶ τῶν ἐξ ἀρχῆς ἐδεσμάτων ἡ δίαιτα, καί τισιν αὐτῶν ἐν πλησμονῇ μᾶλλον ἢ πρόσθεν, ἐπίσχεσις δὲ τῆς ἐκκρίσεως, ὅ τε σύμπας βίος ἀργός· ἐν δὲ τῷ παρόντι τάσις ὅλου τοῦ σώματος, ἤ τινων μορίων, ὄκνος τε πρὸς τὰς κινήσεις, ἀτονία τε περὶ τὰς ἐνεργείας, καὶ βάρους αἴσθησις, ἑλκώδους τε διαθέσεως, ἅμα τῷ τῶν φλεβῶν ὄγκῳ· προσκείσθω δὲ, εἰ βούλει, καὶ τὸ ἔρευθος, ἐπειδὴ καὶ τοῦτο 

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]