Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

λέγουσιν ἔνιοι, καὶ μὴν καὶ ὁ τοῦ σύμπαντος σώματος ὄγκος, ἀνώμαλός τέ τις καὶ κοπώδης διάθεσις· εἰσὶ γὰρ οἳ καὶ ταῦτα προστιθέασιν. ἐρωτήσομεν οὖν αὐτοὺς, ἅπερ ἐγὼ μειράκιον ὢν ἠρώτησα τὸν ἐμπειρικὸν διδάσκαλον, ὅτε με πρῶτον ταῦτα ἐδίδασκεν, ἆρά γε πάνθ’ ἅμα τὰ εἰρημένα συνελθεῖν δεῖ πρὸς τὴν, ὡς αὐτοὶ λέγουσιν, ἀνάμνησιν τῆς κενώσεως, ἢ κᾂν ἓν ἐξ αὐτῶν θεάσωνται, φλεβοτομήσουσιν αὐτίκα; πρὸς μὲν οὖν τὴν πρώτην ἐρώτησιν ἑτοίμως ἀπεκρίνατό μοι, πάντα φάσκων συνελθεῖν χρῆναι· τοιοῦτον γὰρ πρᾶγμα τὴν συνδρομὴν ὑπάρχειν, ἄθροισμα τῶν συμπληρούντων αὐτὴν ἁπάντων. ἐπειδὴ δὲ πρῶτον μὲν ἀνέμνησα δυοῖν ἀνθρώπων, οὓς ἔναγχος αὐτὸς ἐκεῖνος ἐκέλευσε φλεβοτομηθῆναι, τὸν μὲν ὀφθαλμιῶντα σφοδρῶς, τὸν δὲ ἐκπεσόντα τοῦ ὀχήματος, εἶτ’ ἐμπλακέντα γε τοῖς ἱμᾶσι καὶ συρέντα ἐπὶ πλέον, ὡς θλασθῆναί τινα μέρη· μετὰ δὲ ταῦτα διασιωπήσαντος αὐτοῦ, καὶ ἄλλου τινὸς ἀνεμνήσθην, ὃν καὶ αὐτὸν πυρέττοντα μὲν μετρίως, οὐ φέροντα δὲ τὸ ἄλγημα τῆς κεφαλῆς, ἐφλεβοτόμησεν· ἄλλον δὲ πλευριτικὸν,

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]