Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

ταῖς ἀρτηρίαις αἵματος· κατὰ μέντοι τὰς ἄλλας διαθέσεις τῆς πληθώρας πιστεύειν χρὴ τοῖς ἐκ τῶν σφυγμῶν σημείοις, ἃ διὰ τῆς οἰκείας εἴρηται πραγματείας, τὰς δὲ ἰδέας τοῦ πλήθους, ὅταν γε ὁμαλῶς ἐκτεταμένον εἰς ὅλον τὸ σῶμα ᾖ, κατὰ τάδε διαιρεῖσθαι. ἐξέρυθρον μὲν γὰρ τὸ τοῦ αἵματος πλῆθός ἐστιν, ὕπωχρον δὲ τὸ τῆς ξανθῆς χολῆς, ἐπὶ δὲ τὸ λευκότερον ἐκτρέπεται τοῦ κατὰ φύσιν, ὅταν τὸ φλέγμα κρατῇ, καθάπερ ἐπὶ τὸ μελάντερον, ἢν ἡ μέλαινα χολή. καθ’ ἕκαστον δὲ τῶν εἰρημένων συνηυξῆσθαι χρὴ καὶ τὸ αἷμα· μόνη γὰρ εἴ ποτε πλεονάσειεν ἡ ὠχρὰ καὶ ξανθὴ προσαγορευομένη χολὴ, καθάπερ ἐν ἰκτερικοῖς, οὐκ ἔτι πλῆθος, οὐδὲ πληθωρικὴ διάθεσις, ἀλλὰ κακοχυμία τὸ τοιοῦτόν ἐστι πάθημα. κατὰ ταὐτὰ δὲ καὶ ἐπὶ τῆς μελαίνης χολῆς καὶ τοῦ φλέγματος. ὅταν δὲ, ὡς εἴρηται πρόσθεν, ἢ βάρος, ἢ ὄγκος ὑπὲρ τὸ κατὰ φύσιν ᾖ, πληθωρικὴ μὲν ἡ τοιαύτη διάθεσις εἴρηται, ἐκ δὲ τῆς χρόας γινώσκειν χρὴ τὴν ἰδέαν τοῦ κρατοῦντος χυμοῦ. μόνη δὲ χολὴ τῶν ἀχωρίστων τοῦ πλήθους

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]