De Plenitudine (On Plethora)
Kühn 1824
κατειληφότων ἐστίν· ἀγρυπνίαι μὲν γὰρ καὶ ὕπνοι διὰ τὸν
ἐγκέφαλον, ὀρέξεις δὲ καὶ ἀνορεξίαι διὰ τὸν στόμαχον ἄλλοτε
ἀλλοίως διατιθέμενον γίγνονται. δῆλον δ’ ὅτι τὸ στόμα τῆς
γαστρὸς εἴρηται νῦν στόμαχος, ἐν ᾧ τὸ μὲν φλέγμα τὸ ἀθροισθὲν,
ὡς ὀλίγον ἔμπροσθεν εἴρηται, τὰς ὀρέξεις ἐποίησε·
τῶν δὲ χολωδῶν, ἐπὶ μὲν τῆς ξανθῆς διψώδεις τε καὶ ἀσώδεις
ἔσονται, καὶ τὸ στόμα πικρὸν αὐτοῖς ἐστιν· ἐπὶ δὲ τῇ
μελαίνῃ, δύσθυμοι, καὶ σκυθρωποὶ, καὶ φοβεροὶ, καὶ ἄδιψοι,
καὶ σιέλου μεστοὶ, ἀπόσιτοι δὲ οὐ πάντες, ἀλλά τινες αὐτῶν.
ἱκανῶς δὲ πεινώδεις εἰσὶν οἷς ἂν ἡ μέλαινα τὴν ὀξεῖαν
ποιότητα κρατοῦσαν ἔχῃ· γίγνεται δὲ τοῦτο, κακοηθεστέρας
αὐτῆς ἀποτελουμένης. ἔστ’ ἂν δὲ μόνον οἷον ἰλὺς αἵματος
ᾖ, μήπω δ’ ἀκριβῶς ὀξεῖα, κάλλιον ἴσως (μελαγχολικὸς χυμὸς
ἕως οὗ λέγεται) μηδὲ καλεῖν μηδέπω τὸν τοιοῦτον χυμὸν
μέλαιναν χολὴν, ἀλλ’, ὥσπερ εἴωθα, μελαγχολικὸν, ὅτι τοῦ
γενέσθαι μέλαιναν χολὴν πλησίον ἥκει. ἀλλ’ οὐ νῦν καιρὸς
ὑπὲρ τῆς ἐν ταῖς κακοχυμίαις διεξέρχεσθαι διαφορᾶς,
ὅτι μηδὲ πλῆθος εἶπον ὀνομάζεσθαι αὐτάς· ἡμῖν δὲ οὐχ
ἁπλῶς τὸ πλεονάζον ὁπωσοῦν ἐξευρεῖν, ἀλλὰ περὶ πλήθους
Work
Title: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 513-583
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_064.xml [146 Kb]