Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

ἐστι γλυκὺ, τὸ δὲ ὀξὺ, τὸ δὲ ἁλυκόν· καὶ ὑπνώδεις μὲν γίνονται ἐπὶ τοῦ γλυκέος, πεινώδεις δὲ ἐπὶ τοῦ ὀξέος πλεονάζοντος, ὥσπερ δὴ διψώδεις, ὅταν ἐπικρατῇ τὸ ἁλυκόν· ἀνόρεκτοι δὲ ἐπὶ τῷ προειρημένῳ τῷ ὠμῷ. τὰ δὲ τῶν ὕπνων ἐπὶ μὲν τοῖς ἄλλοις φλέγμασι τοῖς προειρημένοις βραχὺ πλείω τοῦ κατὰ φύσιν· ὁ δ’ ὠμὸς χυμὸς, ὥσπερ τὸ γλυκὺ φλέγμα, σαφῶς ὑπνώδεις ἀποτελεῖ· δέδεικται γὰρ ἑτέρωθι, τῆς αἰσθητικῆς ἀρχῆς ὑγραινομένης τε καὶ ψυχομένης, τὴν κωματώδη ἕπεσθαι διάθεσιν, ὥσπέρ γε καὶ τὴν ἀγρυπνίαν, ξηραινομένης καὶ θερμαινομένης. ταῦτ’ ἄρα καὶ οἱ χολῶντες ἄγρυπνοι πάντες ἐφ’ ἑκατέρᾳ τῇ χολῇ· σύνεστι δὲ ἐξαίρετον ἐπὶ τῆς μελαίνης τὸ σκυθρωπόν τε καὶ δύσθυμον ἄνευ λόγου. εἰ δὲ μὴ καθ’ ὅλον σῶμα πλεονάζοιεν οἱ προειρημένοι χυμοὶ, καθ’ ἕν τι δὲ μόριον ἀθροισθεῖεν, ὄγκους ἐργάζονται παρὰ φύσιν αὐτοῖς τοῖς σώμασιν, ὑπὲρ ὧν ἑτέρωθι δείκνυται. καὶ αὐτὰ δὲ τὰ νῦν αὐτῶν εἰρημένα συμπτώματα, πλὴν τῆς ἀχροίας, ἐγκέφαλόν τε καὶ στόμαχον

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]