Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

οὐχ οἵα τοῖς τρέμουσιν. ἐπὶ μὲν γὰρ τῶν διὰ τοὺς παλλομένους μῦς ἐν κινήσει τὸ κῶλον ὅλον ἰσχόντων ἰδίοις καὶ αἰσθητοῖς πέρασιν ἑκατέρα τῶν κινήσεων περιγράφεται· τῶν δὲ τρεμόντων τὸ πάθος οὐ τοιοῦτον, ἀλλὰ τῆς ἑτέρας κινήσεως ἔτ’ ἀρχομένης, ὡς ἄν τις φαίη, τὴν ἐναντίαν αὐτῇ συνάπτουσαν εὑρήσεις, ὥστε ἀεὶ μὲν τὴν ἄνω φορὰν ἐκδέχεσθαι τὴν κάτω, ταύτην δ’ ὑπ’ ἐκείνης πάλιν κωλύεσθαι συνεχῶς, ἀτελευτήτου μὲν ἀεὶ τῆς ἄνω φορᾶς, ἀτελευτήτου δὲ τῆς κάτω ῥοπῆς ὑπαρχούσης. τάδε μέν σοι τῶν παθῶν τὰ γνωρίσματα καὶ τοῖσδε τοῖς συμπτώμασιν ἀλλήλων διαφέρει. τόπον δὲ πάσχοντα καὶ τὸ ποιοῦν αἴτιον ἐφεξῆς ἂν εἴη σκοπεῖσθαι. πνεῦμα παχὺ καὶ ἀτμῶδες οὐκ ἔχον διέξοδον αἴτιον εἶναί φημι παλμῶν. ἀθροίζεσθαι δὲ τοῦτό φημι χρῆναι κατά τινα κοιλότητα μὴ κομιδῆ μικρὰν, εἰ μέλλει τὴν διάστασιν αἰσθητὴν ἕξειν τὸ μέρος. εἴρηται μὲν δὴ τὸ πᾶν ἐν κεφαλαίῳ. δεῖ δέ σε τῶν ἀποδείξεων ἔτι πνευματικὴν μὲν εἶναι τὴν οὐσίαν τῷ αἰτίῳ τιθέναι, διὰ τὸ τάχος τῆς κινήσεως καὶ τῆς γενέσεως καὶ τῆς λύσεως. τί γὰρ οὕτω ῥᾳδίως

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]