Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

ἀθροίζεσθαί τε καὶ κενοῦσθαι δυνατὸν ἄλλο πλὴν πνεύματος; ἔστι μὲν γὰρ τὰ συντιθέντα τὸν ἄνθρωπον, ὡς Ἱπποκράτης ἐδίδασκεν ἡμᾶς, στερεὰ, ὑγρὰ, καὶ πνεύματα. μέμνηται δέ πως αὐτῶν ὧδε, τὰ ἴσχοντα λέγων, καὶ τὰ ἐνισχόμενα, καὶ τὰ ἐνορμῶντα· ἴσχοντα μὲν τὰ στερεὰ καλῶν, περιέχει γὰρ καὶ ἀποστέγει τὰ ὑγρά· ἐνισχόμενα δὲ, τὰ ὑγρὰ, περιέχεται γὰρ ὑπὸ τῶν στερεῶν· ἐνορμῶντα δὲ τὰ πνεύματα, πάντῃ γὰρ ἐξικνεῖται τοῦ σώματος ἐν ἀκαρεῖ χρόνῳ ῥᾳδίως τε καὶ ἀκωλύτως. ταχεῖαν οὖν κένωσιν, ἢ πλήρωσιν, ἢ διάστασιν, ἢ συνίζησιν, ἢ θέσιν, ἤ ἔπαρσιν, ἤ τινα ἄλλην κίνησιν οὐδὲν ἂν τῶν ἁπάντων ἐργάσαιτο πλὴν πνεύματος. ὥστε καὶ παλμῶν αἰτία οὐσία μὲν τὸ πνεῦμα, ποιότης δὲ τῆς οὐσίας ὑγρότης ἐστὶ καὶ παχύτης, ὡς ὀλίγῳ πρόσθεν ἐλέγομεν, ἡνίκα παχὺ καὶ ἀτμῶδες ὠνομάσαμεν αὐτό. εἰ γὰρ αἰθερῶδες εἴη καὶ λεπτὸν καὶ καθαρὸν, ἀκωλύτως διεξερχόμενον οὔτε πληρώσει ποτὲ οὔτε κενώσει τὰ μέρη. τὸ δὲ παχύτερον ἢ κατὰ τοὺς πόρους τῶν σωμάτων, ἐν οἷς ἀθροίζεται,

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]