Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

στεγόμενον ἐντὸς, εἰ μὲν ἔχοι κοιλότητα τὸ σῶμα, ταύτην πληρῶσαν ἤγειρέ τε καὶ διέστειλε τὸ περιέχον· εἰ δ’ οὐκ ἔχοι, μεταξὺ δυοῖν ἀθροιζόμενον σωμάτων ἀπὸ θατέρου θάτερον ἀφίστησιν, ἐπίκτητον ἑαυτῷ κοιλίαν ἐργαζόμενον. οὗτος μὲν ὁ τρόπος ὁ δεύτερος εἰρημένος καὶ περὶ τὸ δέρμα παλμοὺς ἐργάζεται πολλάκις, οὐκ αὐτοῦ τοῦ δέρματος ἐν ἑαυτῷ κοιλότητά τινα κεκτημένου, ἀλλ’ ἐν τῷ μεταξὺ τοῦ δέρματος καὶ τῶν ὑποκειμένων σωμάτων ἀθροίζεται τηνικαῦτα τὸ πνεῦμα. ὁ δὲ τρόπος ὁ πρότερον εἰρημένος ἐν μυσὶ μάλιστα γίνεται. κοιλότητες γὰρ ἐν τούτοις εἰσὶ πολλαί τε καὶ σμικραί. Πραξαγόρας δὲ καὶ ταῖς ἀρτηρίαις ἀνατίθησι σφυγμὸν, ὥσπερ ἀμέλει καὶ παλμὸν καὶ τρόμον καὶ σπασμὸν ἀρτηριῶν πάθη· καὶ σφυγμὸν μὲν ἐν τῷ κατὰ φύσιν ἔχειν· παλμὸν δὲ καὶ τρόμον καὶ σπασμὸν ἀλλήλων μὲν διαφέρειν μεγέθει, κινήσεις δὲ εἶναι παρὰ φύσιν. ὅτι δὲ οὐκ ὀρθῶς ἐγίνωσκε μόναις ἀρτηρίαις ἀναφέρων τὸν παλμὸν, οὐ χαλεπὸν ἐξελέγξαι. σαφῶς γὰρ ἔστιν ἰδεῖν πολλάκις καὶ τὸ δέρμα παλλόμενον καὶ τοὺς μῦς, οὐδεμιᾶς κατὰ τὸν τόπον 

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]