Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

ἀρτηρίας οὔσης, ἢ εἰ καὶ τυγχάνει τις οὖσα, κομιδῆ μικρᾶς ὑπαρχούσης, ὡς ἄν τινα φανερῶς γνῶναι δύνασθαι, τὴν τοσαύτην διάστασιν οὐκ εἶναι κατὰ τὸ τῆς ἀρτηρίας μέγεθος. εἰ δὲ ὀρθῶς ἔνιοι τοῖς μυώδεσι σώμασι μόνοις ἀνατιθέασι τὸν παλμὸν, τοῦτό μοι δοκεῖ μᾶλλον ἄξιον ἐπισκέψεως εἶναι. ἐγὼ μὲν γὰρ καὶ πάνυ νομίζω σαφῶς τὴν ἀρτηρίαν οὐ μόνον παλμῶδες ἀλλὰ καὶ σπασμῶδές τι πολλάκις ἐμφαίνουσαν εὑρίσκειν, ὥσπερ καὶ ἄλλοι τῶν περὶ τοὺς σφυγμοὺς δεινῶν ὁμολογοῦσιν. ἀλλὰ περὶ μὲν τούτου μακρότερός τε ὁ λόγος ἐστὶ κᾀν τοῖς περὶ σφυγμῶν εἴρηται. κατὰ δὲ τὸ δέρμα μόνον ἐναργῶς φαίνονται παλμοὶ γινόμενοι πολλοῖς τῶν ἀνθρώπων οὐκ ὀλιγάκις, ὅταν ἀτμῶδες πνεῦμα κατά τι μόριον αὐτοῦ γεννηθὲν ἴσχηταί τε καὶ βραδύνῃ κατὰ τὴν διέξοδον. οὕτω δὲ κᾂν ἐν μυσὶν ἢ ἄλλῳ τινὶ σώματι φυσῶδες πνεῦμα πλεονάσῃ, κατ’ ἐκεῖνο παλμὸν ἐργάζεται. ὅτι δὲ πνεῦμα παχὺ καὶ ὁμιχλῶδες ἢ ἀχλυῶδες ἢ φυσῶδες, ἢ ὅπως ἂν ὀνομάζειν ἐθέλῃς, αἴτιον γίνεται παλμοῦ, καὶ διὰ τοῦτο τῶν ἡλικιῶν αἱ ψυχρότεραι παλμῷ εὐάλωτοι, καὶ φύσις σώματος ἡ ψυχροτέρα, καὶ χωρία

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]