Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

ψυχρὰ, καὶ ὥρα τοῦ ἔτους ἡ χειμερινὴ, καὶ βίος ἀργὸς ἐν πλησμοναῖς τε καὶ μέθαις, ἐδέσματά τε ψυχρὰ καὶ φυσώδη, καὶ πάνθ’ ἁπλῶς, ὅσα τὸ σῶμα καταψύχει· τὰ δ’ ἐναντία τῶνδε καθαιρετικά ἐστιν αὐτίκα τῶν παλμῶν. τὰ μὲν γὰρ θερμαίνοντα λεπτύνει τε τὸ πνεῦμα καὶ τὰ σώματα τίθησιν ἀραιὰ καὶ μαλακά· τὰ δὲ ψύχοντα πυκνοῖ μὲν καὶ συνάγει καὶ μύειν ἀναγκάζει τῶν σωμάτων τοὺς πόρους, παχύνει δὲ καὶ πήγνυσι καὶ θολερὸν ἀποδείκνυσι τὸ πνεῦμα. ῥᾳδίως οὖν ἴσχεται, διαπνεῖσθαι μὴ δυνάμενον, τῷ θ’ ἑαυτοῦ πάχει καὶ τῇ τῶν περιεχόντων αὐτὸ σωμάτων πυκνότητι. τὰ δὲ θερμαίνοντα πάλιν ἐξ ὑπεναντίου τοῖς ψύχουσι χέοντα καὶ χαλῶντα καὶ διανοίγοντα τῶν σωμάτων τοὺς πόρους, αὐτό τε τὸ πνεῦμα λεπτύνοντα καὶ πρὸς τὴν κίνησιν ἐπεγείροντα ῥᾳδίως, οὕτω καὶ εὐπετεῖς αὐτῷ τὰς διεξόδους ἐργάζεται. διὰ τοῦτο καὶ τὰ ἰάματα τῶν παλμῶν οἱ παλαιοὶ τῶν ἰατρῶν ἐξεῦρον, ὅσα λεπτύνειν τε καὶ θερμαίνειν δύναται, οἷά ἐστι τά τε δι’ εὐφορβίου, καὶ πυρέθρου, καὶ λιμνησίας, καὶ θείου, καὶ πεπέρεως, ὅσα τε ἄλλα τοιαῦτα συγκείμενα

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]