Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

καὶ τοῦτο πολλάκις ἐκ διαδοχῆς γίνεται, ἐφ’ ὅσον μένει τὰ λυποῦντα. ὀδυνηρόν τε οὖν ταύτῃ τὸ πάθος, ἅτε τοῦ σώματος ταῖς πληγαῖς πονοῦντος, ἥ τε κίνησις ἀνωμάλως ἐπάγουσα κατ’ ἀμφοτέρας τὰς κινήσεις τὸ ζῶον. ἐν μὲν γὰρ τῷ κατὰ φύσιν ἔχειν τὸ συγγενὲς ἡμῶν θερμὸν ὁμαλέσι τε καὶ ἀκωλύτοις ταῖς διεξόδοις ἐκέχρητο, καιρῷ καὶ μέτρῳ κινήσεως εἰς αὐτὸ συννεῦον, εἶτ’ ἐξαπλούμενον· ἐν δὲ τῷ ῥιγοῦν οὔτε συννεύσεις οὔτ’ ἐξαπλώσεις αἱ κινήσεις εἰσὶ, δικαιότερον δ’ ἂν φαίης εἴσω μὲν ἰὸν αὐτὸ, χρήσομαι δ’ ὀνόμασιν οὐκ ἐμοῖς, ἀλλ’ ἀνδρῶν παλαιῶν, καθάλλεσθαί τε καὶ συνωθεῖσθαι καὶ ἀναστέλλεσθαι καὶ συντρέχειν, ἔξω δὲ φερόμενον, ἐκρήγνυσθαί τε καὶ ἐνσείεσθαι καὶ ἐκπίπτειν καὶ ἐξάλλεσθαι. καὶ γὰρ αὖ καὶ ταῦτα παλαιῶν ἀνδρῶν ὀνόματα, καλῶς ἅπαντα κείμενα, καὶ τὸ συμβαῖνον πάθος, ὡς ἔνι μάλιστα, σαφῶς ἑρμηνεύοντα. τὸ κλονεῖσθαι δέ φημι πάντα τὰ ἐν τῷ σώματι, καὶ τὸ σείεσθαι, καὶ τὸ βράττεσθαι, καὶ πᾶσα ἡ κατὰ τὸ ῥιγοῦν ἀνώμαλός τε καὶ ἄτακτος καὶ ἀβούλητος κίνησις ἐπὶ ταῖς ἀνωμάλοις τε καὶ σφοδραῖς καὶ

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]