Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

βιαίοις ἐμπτώσεσί τε καὶ ἀποπάλσεσι τῆς ἐμφύτου θερμασίας ἀτμώδους γεγενημένης ἐπιτελεῖται. διὰ τοῦτο ἐπὶ τοῖς ῥίγεσιν ἀναθερμαίνεται πλέον τὸ σῶμα ἢ ὅτε κατὰ φύσιν ἔχον θερμὸν ἦν. ἐκχέονται δὲ καὶ ἱδρῶτες. ὅταν γὰρ κατὰ πολλὰς ἐμπτώσεις διώσηται ἀκωλύτως τὰ λυποῦντα καὶ τελέως ἀναπνεύσῃ, διὰ τρεῖς αἰτίας ἀνάγκη τὸ σῶμα θερμανθῆναι, ὅτι τε πολλάκις ἀποκλεισθὲν τὸ θερμὸν τῆς ἔξω διαπνοῆς ἠθροίσθη κατὰ τὸ βάθος· ὅτι τε νῦν ἔξω πᾶν ἐτάθη σφοδρῶς· καὶ τρίτον ὅτι ταῖς ἐμπτώσεσι καὶ πληγαῖς καὶ βιαίοις κινήσεσιν ἀνάπτεσθαι πέφυκεν ἡ θερμασία. καὶ ξύλον μὲν ἢ λίθον παρατρίβων ἐφάψεις ποτὲ πῦρ· τὸ δ’ ἔμφυτον πνεῦμα, φύσει θερμὸν ὑπάρχον, ἢν σφοδρῶς τύχῃ κινηθὲν, οὐ πολὺ μᾶλλον ἐξαφθήσεται; ἀλλὰ τοῦτο κᾀπὶ τῶν κατὰ φύσιν κινήσεων ἐναργῶς ἔστιν ἰδεῖν, ὡς δραμόντες ἄνθρωποι, καὶ διαπαλαίσαντες, καὶ τριψάμενοι, καί πως ἄλλως κινηθέντες ἐθερμάνθησαν οὐδὲν ἧττον ἢ εἴ τις ἐν ἡλίῳ θερινῷ καὶ παρὰ πυρὶ θαλφθείη. πολλάκις δὴ καὶ κατὰ τὴν τοιαύτην ἐκ τοῦ βάθους ἐπάνοδον οἷον ζέον τὸ θερμὸν ἀποχεῖ τι τῶν ὑγρῶν

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]