Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

ἀθρόον, ὃ δὴ καλοῦμεν ἱδρῶτα. διὰ τοῦτο ἐπὶ ῥίγει ψυγέντα μηκέτι ἀναθερμανθῆναι, πονηρόν· ἡττήθη γὰρ ἐν τῇ διαμάχῃ τὸ θερμόν. ἡττᾶται δὲ ποτὲ μὲν τῇ ῥώμῃ τοῦ λυποῦντος αἰτίου κρατηθὲν, ποτὲ δ’ αὐτὸ τυγχάνον ἀσθενέστερον. οὕτω γοῦν εἴρηται κᾀκεῖνο· αἱ ἐκ ῥίγεος καταψύξιες μὴ ἀναθερμαινόμεναι, κακόν. αὖθις δὲ τὰς διαθέσεις ἑκατέρας, ἐφ’ αἷς ὀλέθρια γίνεται ῥίγη, διδάσκων ἐρεῖ· ἐπ’ ὀμμάτων διαστροφῇ, πυρετῷ κοπιώδει, ῥῖγος ὀλέθριον. τοῦτο μὲν δὴ τὸ ῥῖγος ἰσχυρᾶς αἰτίας ἔκγονον· ἕτερον δὲ δι’ ἀῤῥωστίαν δυνάμεως ὀλέθριον· ἢν ῥῖγος ἐμπέσῃ πυρετῷ μὴ διαλείποντι, ἤδη ἀσθενέος ἐόντος, θανάσιμον. ἀλλὰ περὶ μὲν τούτων ἐπιπλέον ἑτέρωθι λέγεται.

Τὸ δὲ νῦν εἶναι σκεπτέον εἰ δικαίως ἀναφέρουσιν ἅπαντες σχεδὸν αἰτίῳ ψυχρῷ τὸ ῥῖγος. ὅτι μὲν γὰρ ψυχρὸν τὸ πάθος, ἐναργές· εἰ δὲ καὶ τὸ δρῶν αὐτὸ τοιοῦτον, ἄξιόν μοι δοκεῖ σκέψεως εἶναι. τριταίου γοῦν ἀκριβοῦς, εἴπερ τι καὶ ἄλλο, ῥῖγος γνώρισμα. συνεισβάλλουσι γὰρ οἱ παροξυσμοὶ ῥίγεσι σφοδροῖς, καί τοι τόν γε πυρετὸν τοῦτον

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]