Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

αὐτῷ δηλονότι καὶ ἡ θερμασία, ψυχρά τε καὶ ἄναιμα γίνεται τά τε κατὰ τὸ δέρμα μόρια καὶ σκελῶν καὶ χειρῶν τὰ τελευταῖα, διότι πλεῖστον ἀφέστηκε τῶν σπλάγχνων. ἐὰν μὲν οὖν ἐν τῷ βάθει συμβῇ σβεσθῆναι τὴν ἔμφυτον θερμασίαν, ἢ πνιγεῖσαν ὑπὸ τοῦ μὴ διαπνεῖσθαι πρὸς τοὐκτὸς, ἢ ἐκνικηθεῖσαν ὑπὸ τῶν ψυχρῶν αἰτίων, ἀποθνήσκει τὸ ζῶον· ἐὰν δὲ συννεύσῃ μὲν εἰς τὸ βάθος, ἀντίσχῃ δὲ τοῖς βιασαμένοις αἰτίοις ἀθροισθεῖσα, κατὰ τοῦτο καθάπερ ὄργανον γίνεται τῆς τῶν ἀλλοτρίων ἀποκριτικῆς δυνάμεως τῆς ἐν ἅπαντι μορίῳ τοῦ σώματος ὑπαρχούσης. πεφυκυῖα γὰρ ἤδη καὶ αὐτὴ καθ’ ἑαυτὴν ἐκκρίνειν τὰ λυποῦντα, πολλῷ μᾶλλον ἐργάζεται μετὰ τῆς ἐκ βάθους ἀναφερομένης θερμασίας, συνεκβαλλούσης αὐτὰ τῇ ῥύμῃ τῆς φορᾶς εἰς ὅ τι περ ἂν εὐπετέστερον αὐτῇ γένηται. πολλάκις μὲν οὖν διὰ τοῦ δέρματος ἐκβάλλει τὰ λυποῦντα, πολλάκις δὲ δι’ ἐμέτων καὶ τῆς κάτω γαστρός. οὐ μόνον δ’ ἐπὶ τῆς ξανθῆς ἢ μελαίνης χολῆς ῥῖγος, ἀλλὰ καὶ ἐπὶ τῷ ψυχρῷ πάνυ φλέγματι φιλεῖ γίνεσθαι· καλεῖ δὲ ὑαλώδη τὸν χυμὸν τοῦτον ὁ Πραξαγόρας. ἀλλὰ τό γε τοιοῦτον ῥῖγος οὔτε σφοδρόν ἐστι, καί τοι διαμένον

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]