Digital Corpus for Graeco-Arabic Studies

Galen: De Comate Secundum Hippocratem (On Coma According to Hippocrates)

Kühn 1824

κοινὸν μὲν γὰρ ἀμφοτέρων ἐστὶν, ὅτι ἐπαίρειν οὐ δύνανται τοὺς ὀφθαλμοὺς, ἀλλ’ εὐθέως βαρύνονται καὶ ὑπνοῦν βούλονται· ἴδιον δὲ θατέρας, ὅτι οἱ μὲν ὑπνοῦσιν εὐθέως, βαθέως τε καὶ χρόνον πολύν· οἱ δὲ ἄγρυπνοι στρεφόμενοί εἰσιν, ἄλλης ἐπ’ ἄλλῃ φαντασίας ἐπιγινομένης, καὶ τὴν γνώμην κινούσης, καὶ τὸν ὕπνον διακοπτούσης, ὅθεν ἀεὶ μὲν ἄγρυπνοι μένουσιν, ἀνίστασθαι δὲ ἀδυνατοῦσι καὶ πράττειν τὰ τῶν ἐγρηγορότων, ἀλλ’ ἐλλιπέστερον ἔχουσιν, ἢ ὡσανεὶ ἐγρηγόρουν, καὶ βαρύνονται καὶ καταφέρονται, ὥστ’ ἐλπίσεις, ἂν συγχωροίης αὐτοῖς, ῥᾳδίως ἂν κατακοιμηθῆναι, συγχωρηθέντος δ’ αὐτοῖς τούτου, οὐχ ὅπως ὑπνοῦσιν, ἀλλ’ οὐδ’ ἣν εἶχον ἐλπίδα, ὡς ὑπνώσοντες, φυλάττουσιν. ἐνταῦθ’ οὖν νόει μοι κῶμα, ὡς κοινὸν ἀμφοτέρων, ὅπερ δὴ καλεῖν ἔθος ἡμῖν καταφοράν· ἂν δὲ τὴν ὑπνώδη μόνην νοήσῃς, ἁμαρτήσεις, τὴν γὰρ οὐχ ὑπνώδη καταφορὰν στερήσεις ὀνόματος, οὐχ ἧττον τῆς ἑτέρας δεομένην τῆς τοῦ κώματος ἐπωνυμίας. ἄν τε μὲν οὖν ὑπνώδης ἄν τε ἄγρυπνος εἴη καταφορὰ, κῶμα καλεῖν ἔθος ἐστὶν αὐτῷ· καὶ οὐδαμῶς γε ἀλλήλοις μάχεται τὰ

Work

Title: Galen: De Comate Secundum Hippocratem
English: On Coma According to Hippocrates
Original: Περὶ τοῦ παρ’ Ἱπποκράτει κώματος

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 643-665

Publisher: Cnobloch, Leipzig

Download