Digital Corpus for Graeco-Arabic Studies

Galen: De Comate Secundum Hippocratem (On Coma According to Hippocrates)

Kühn 1824

τῶν μεθυσθέντων ἔστιν ἰδεῖν γιγνόμενον. ὅταν μὲν κωματώδεις ὦσι, καὶ σφάλλονται, καὶ βαρῶσι τὴν κεφαλὴν, καὶ μηδ’ εἰ βιάζοιντο διαίρειν δύνανται τὰ βλέφαρα· δι’ αὐτὸ δ’ αὖ πάλιν τοῦτο τὸ βάρος ὑπνοῦν ἀδυνατοῦσιν ἀσώμενοι, καὶ στρεφόμενοι, καὶ ῥιπτοῦντες ἑαυτοὺς, καὶ μεταβάλλοντες ἄλλοτ’ εἰς ἄλλο σχῆμα. ταῦτα γὰρ ἔστιν ἰδεῖν πολλάκις ἐπὶ τῶν μεθυσθέντων γιγνόμενα, πληρωθείσης αὐτῶν ἐν τῇ μέθῃ τῆς κεφαλῆς, εἶθ’ ὑπὸ τοῦ βάρους ἅμα τ’ εἰς κῶμα κατασπώσης ἅμα τε ὕπνον κωλυούσης. οὕτως οὖν καὶ πλήθους ἀπέπτου τὴν κεφαλὴν κατειληφότος, ἄγρυπνοί τε ἅμα καὶ κωματώδεις εἰσίν. καὶ τοῦτο κατ’ ἀρχὰς γενόμενον, ἔστιν ὅτε μὲν πεφθῇ καλῶς, ὥσπερ καὶ ἐξ οἴνου τοιοῦτο εἴη γεγονός· ἀλλ’ οὕτω μὲν οὔτε λήθαργος, οὔτε φρενῖτις ἠκολούθησεν· ἔστιν ὅτε δὲ δριμὺ γενόμενον εἰς φρενίτιδα ἐτελεύτησε. πολλοῖς δ’ αὖ τὸ μὲν λεπτότερον ἢ πεφθὲν ἢ διαφορηθὲν ἐκενώθη, ὑπέμεινε δὲ τὸ παχύτερον, καὶ οὕτω λήθαργος ἐπεγένετο. προεληλυθότος μὲν τοῦ τοιούτου νοσήματος, ἡ τοιαύτη διάθεσις, ὡς μὲν ἡμεῖς ἐδείξαμεν, ἐγγὺς ἤδη φρενίτιδος· ὡς δ’ οἱ τὸ μικτὸν πάθος ἐκ ληθάργου

Work

Title: Galen: De Comate Secundum Hippocratem
English: On Coma According to Hippocrates
Original: Περὶ τοῦ παρ’ Ἱπποκράτει κώματος

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 643-665

Publisher: Cnobloch, Leipzig

Download