
De Marcore (On Marasmus)
Kühn 1824
ἐπιδεικνὺς, ὡς οὐ πᾶς ἄνθρωπος ἀγήρως δύναται διαμένειν,
ἀλλὰ δέοι μὲν εἰς τοῦτο καὶ φύσιν ἔχειν ἐπιτηδείαν, μάλιστα δ’
ὧν ἡ πρώτη τροφὴ τοιαῦτα βάλλοιτο θεμέλια, καὶ ἐπηγγείλατο
τῶν ἐπιτηδείων εἰς τοῦτο βρεφῶν εὐθὺς ἐξ ἀρχῆς αὐτὸς
ἐπιστατῶν, ἀθάνατα αὐτῶν ποιήσειν τὰ σώματα. καὶ ἦν
ἀνεξέλεγκτον αὐτοῦ τὸ ἐπάγγελμα· πρὸ τοῦ γὰρ ἀνδρωθῆναι
τοὺς παῖδας, οὓς παρελάμβανεν, ἔμελλεν αὐτὸς τεθνήξεσθαι.
οἱ μὲν οὖν ἄλλοι πάντες ἐσχάτην μωρίαν αὐτοῦ κατεγίνωσκον,
ἐγὼ δὲ οὒ, [μόνον] εἰδὼς, ὅτι πολλὰ καὶ ἄλλα δόγματα τοῖς διὰ
τῆς ἐμπειρίας ἐγνωσμένοις μαχόμενα πολλοὶ τῶν λογικῶν ἀνδρῶν
ἀπεφήναντο τῇ πιθανότητι τῶν λόγων ἐξαπατηθέντες.
οὐκ οὖν οὐδὲ τοῦτο θαυμαστόν ἐστιν ὅσον ἐπὶ τῷ λόγῳ. τὸ
γὰρ ὅτι τὸ γεννητὸν πᾶν φθαρήσεται πάντως οὔτ’ ἐπιστημονικὴν
οὔτ’ ἀναγκαίαν ἔχει τὴν ἀκολουθίαν, ἀλλ’ ἄχρι τοῦ
πιθανοῦ προϊοῦαν, ὡς ἐν τῷ περὶ ἀποδείξεως ἀποδέδεικται;
καίτοι γε τούτῳ χρῶνται τῷ λόγῳ σχεδὸν ἅπαντες, ὅσοι τὸ
γηράσκειν ἀναγκαῖον ἐπιδεικνύουσι τοῖς ζώοις, ὁδὸν εἶναι
Work
Title: De Marcore
English: On Marasmus
Original: Περὶ μαρασμοῦ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 666-704
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_067.xml [77 Kb]