Digital Corpus for Graeco-Arabic Studies

Galen: De Inaequali Intemperie (On Uneven Distemper)

Kühn 1824

καί πως ὁ λόγος ἤδη δείκνυσιν, ὡς ἐνίοτε μὲν οὐσίας θερμῆς ἢ ψυχρᾶς ἐπιῤῥυείσης μορίῳ τινὶ γίγνεσθαι συμβαίνει τὴν ἀνώμαλον ταύτην δυσκρασίαν, ὥσπερ ἐπὶ τῶν φλεγμαινόντων ἐλέγετο, πολλάκις δ’ οὐχ οὕτως, ἀλλ’ αὐτῆς τοῦ σώματος τῆς κράσεως ἀλλοιωθείσης κατὰ ποιότητα· καὶ ὡς τῶν ἀλλοιούντων αὐτὴν τὰ μὲν ἐξ αὐτοῦ τοῦ σώματος ὁρμᾶται, τὰ δὲ ἔξωθεν· ὅταν μὲν ἐπὶ σήψεσι μόναις, ἤ τισι φλεγμοναῖς ἐγείρηται πυρετὸς, ἐξ αὐτοῦ τοῦ σώματος· ὅταν δὲ ἐπὶ ἐγκαύσεσι καὶ γυμνασίοις, ἔξωθεν. εἰρήσεται δὲ καὶ περὶ τούτων ἐπὶ πλέον αὖθις ἐν ταῖς τῶν νοσημάτων αἰτίαις. ὥσπερ δὲ ἐπὶ ἐγκαύσει γίνεται πυρετὸς, ἀλλοιωθείσης τῆς τοῦ σώματος κράσεως, οὕτως ἐν κρύει πολλάκις ἐψύγησαν ἰσχυρῶς ἔνιοι σύμπαν τὸ σῶμα, καί τινες ἐξ αὐτῶν ἀπέθανον· καὶ μὲν δὴ καὶ ὡς ἀλγοῦσιν οὕτω πάντες, οὐδὲ τοῦτ’ ἄδηλον.

Ἀλγοῦσι δὲ καὶ ὅσοι καταψυχόμενοι σφοδρῶς ὑπὸ κρύους καρτεροῦ προεθυμήθησαν ἐκθερμῆναι ταχέως ἑαυτοὺς, καὶ πολλοί γε αὐτῶν ἐπενέγκαντες ἀθρόως τῷ πυρὶ τὰς χεῖρας, ἀλγήματος αἰσθάνονται σφοδροῦ κατὰ τὰς ῥίζας

Work

Title: Galen: De Inaequali Intemperie
English: On Uneven Distemper
Original: Περὶ ἀνωμάλου δυσκρασίας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 733-752

Publisher: Cnobloch, Leipzig

Download