De Difficultate Respirationis (Difficulties in Breathing)
Kühn 1824
εἰ δὲ ἓν μὲν ἑκατέρῳ τῶν πραγμάτων ἐπιφέρει τις ὄνομα, μὴ
ὡς ἡμεῖς μέντοι διείλομεν, ἀλλ’ ὑπεναντίως, τάχος μὲν καὶ
βραδυτῆτα κατὰ τῶν ἡσυχιῶν, ἀραιότητα δὲ καὶ πυκνότητα
κατὰ τῶν κινήσεων, οὐκ οἷδ’ ὅ τι βούλοιτ’ αὐτῷ τοῖς ἀκύροις
τε καὶ ἀήθεσιν ὀνόμασι πρὸ τῶν κυρίων τε καὶ δι’ ἔθους χρῆσθαι.
ὅτι γὰρ καὶ οἱ νῦν ἅπαντες ἄνθρωποι καὶ οἱ παλαιοὶ
βραδυτῆτα καὶ τάχος οὐδενὸς ἄλλου κατηγοροῦσι, πλὴν τῶν
κινουμένων, οὐδεὶς ἀγνοεῖ. τί ποτ’ οὖν σοφὸν ἀπειργασμένον
ἔσται τῷ μετατιθέντι τὴν τῶν ὀνομάτων χρῆσιν εἰς τοσοῦτον,
ὡς τὰς ἡσυχίας τοῖς τῶν κινήσεων προσαγορεύειν
ὀνόμασιν; τί δὲ σοφὸν, εἰ τὰ τῶν διαλειμμάτων ὀνόματα ταῖς
ἐνεργείαις ἐπιφέρει; ὡς γὰρ καὶ τὰς ἀμπέλους πυκνὰς καὶ τὰς
ἐλαίας, ὅταν ὀλίγον ἔχωσι τὸ μεταξὺ διάστημα, λέγομεν,
ἀραιὰς ὀνομάζοντες, εἰ πλέον εἴη, οὕτω τὰς τῶν ζώων ἐνεργείας
τὰς μὲν δι’ ὀλίγου χρόνου γινομένας πυκνὰς, ἀραιὰς
δὲ τὰς διὰ πολλοῦ καλοῦμεν. εἰ δέ τις, ὡς ἔφην, οὐχ οὕτως,
ἀλλ’ ἑτέρως ὀνομάζειν ἐθέλει, μήθ’ Ἱπποκράτει μήτε τοῖς
ἄλλοις παλαιοῖς μήθ’ ὅλως τοῖς Ἕλλησιν ἑπόμενος, ἀλλὰ
Work
Title: De Difficultate Respirationis
English: Difficulties in Breathing
Original: Περὶ δυσπνοίας
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 753-960
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_070.xml [423 Kb]