De Difficultate Respirationis (Difficulties in Breathing)
Kühn 1824
Ἱπποκράτους ἐν τοῖς περὶ τῶν ἐπιδημιῶν, ὥσπέρ τινα
μύωπα, τὰς διαφορὰς τῶν δυσπνοιῶν, ὑφ’ οὗ νυττομένους
αὐτοὺς ἐχρῆν ἐξεγερθῆναί ποτε τοῦ βαθέος ὕπνου, καὶ ζητῆσαι,
τίς ἐφ’ ἑκάστης αὐτῆς ὁ πεπονθὼς τόπος ἐστὶν, καὶ τίς
ὁ τρόπος τῆς διαθέσεως, καὶ τίς ἡ αἰτία, καὶ εἰ παραλέλειπται
ταῦτα τελέως ὑφ’ Ἱπποκράτους, ἢ τινὰ μὲν εἴρηται πρὸς
αὐτοῦ, τινὰ δ’ οὔ; καὶ ποῦ τῶν συγγραμμάτων καὶ πῶς;
ἆρά γε τελέως καὶ σαφῶς, ἢ ἐλλιπῶς τε καὶ οἱονεὶ σπερματικῶς;
οὐδὲν γὰρ τούτων ἐζήτησεν οὐδεὶς, οὔτ’ αὐτοῦ τοῦ
πράγματος ἀξίως τῶν θ’ Ἱπποκρατείους ἑαυτοὺς ὀνομαζόντων,
ἐξηγητικά τε γραφόντων ὑπομνήματα τῶν συγγραμμάτων
αὐτοῦ, τὸν περὶ τῆς δυσπνοίας οὐδεὶς τελέως ἐπεξῆλθε
λόγον. ἀλλ’ ἡμεῖς τά τε καθ’ ἕκαστον εἰρημένα τῶν βιβλίων
εἰς ταὐτὸν ἀθροίσωμεν ἅπαντα, καὶ δείξωμεν, ὡς κᾀν τούτοις
ὁ ἀνὴρ πολὺ δή τι ὑπὲρ τοὺς ἄλλους ἐστίν. οὐ μὴν ἤδη
γε τοῦτο ποιητέον. οὐ γάρ μοι πρόκειται μόνον ἐξηγήσασθαι
τὴν Ἱπποκράτους γνώμην, ἀλλὰ καὶ τὰς οἰκείας ἀποδείξεις
Work
Title: De Difficultate Respirationis
English: Difficulties in Breathing
Original: Περὶ δυσπνοίας
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 753-960
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_070.xml [423 Kb]