De Difficultate Respirationis (Difficulties in Breathing)
Kühn 1824
ἀντιπράττοντος, ὧν τὰς ἀποδείξεις ἐν τοῖς περὶ σφυγμῶν
ἐλέγομεν εἰρῆσθαι. εἴρηται δ’ ἐν ἐκείνοις καὶ ὡς ἐνδέχεταί
ποτε τῆς χρείας ἱκανῶς ἐπειγούσης, κᾂν ἡ δύναμις ἀῤῥωστοτέρα
μετρίως ᾖ, τὴν κίνησιν γίνεσθαι ταχεῖαν· εἰ δ’ ἐπὶ πλέον
ἀσθενείας ἥκοι, μηκέτ’ ἐγχωρεῖν γενέσθαι ταχέως, ἀλλὰ τηνικαῦτα
πυκνὴν μᾶλλον ἀντὶ ταχείας γίνεσθαι τὴν ἐνέργειαν.
ἁπάσης γὰρ πυκνότητος ἐνεργειῶν μίαν ὑπάρχειν αἰτίαν, τὸ
τῆς προτέρας ἐνεργείας ἐνδεές. ἀναγκάζονται γὰρ ἐπειγούσης
ἐκείνης μηκέθ’ ἡσυχάζειν ἐπὶ πλέον. ἅπαντα δὲ ταῦτα δι’
ἐκείνων μὲν ἀποδέδεικται, κοινὸς δ’ αὐτῶν ὁ λόγος ἐστὶ καὶ
πρὸς τὴν ἀναπνοήν· πρῶτον μὲν, ὅτι περὶ κινήσεως ἁπάσης
ἐν τῷ καθόλου λέλεκται· ἔπειτα καὶ ἡ ἀναπνοὴ ὀλίγου δεῖν
ἅπασα τῇ τῶν σφυγμῶν ἀναλογίᾳ ἀνάλογον ἔχει. σύνθετος
γάρ ἐστιν ἐξ ἐναντίων κινήσεων ἠρεμίαις διαιρουμένων, καὶ
χρείας ἕνεκα τῆς αὐτῆς γίνεται, καὶ τῶν μορίων δ’ αὐτῆς ἡ
μὲν εἰσπνοὴ παραπλήσιος οὖσα τῇ διαστολῇ τῶν σφυγμῶν
ἀναψύχει τὴν ἔμφυτον θερμασίαν· ἡ δ’ ἐκπνοὴ, καθάπερ ἡ
συστολὴ τῶν σφυγμῶν, ἐκκρίνει τὸ καπνῶδες τῆς συγκαύσεως.
Work
Title: De Difficultate Respirationis
English: Difficulties in Breathing
Original: Περὶ δυσπνοίας
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 753-960
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_070.xml [423 Kb]