De Difficultate Respirationis (Difficulties in Breathing)
Kühn 1824
ταῦτα γὰρ ταῖς τοῦ θώρακος κινήσεσι, καὶ μάλιστ’ ἐὰν
μείζους ὦσι, συγκινεῖται. πρόδηλον οὖν, ὅτι μειζόνως μὲν
ἐπὶ ταῖς μεγάλαις τοῦ θώρακος ὀδυνῶνται κινήσεσιν, ἔλαττον
δὲ ἐπὶ ταῖς μικραῖς· καὶ διὰ τοῦτο μικρὸν καὶ πυκνὸν οὐ τοῖς
πλευριτικοῖς μόνον, ἀλλὰ καὶ τοῖς τὸν στόμαχον ἢ τὴν γαστέρα
διακειμένοις ὀδυνωδῶς ἔσται τὸ πνεῦμα· ἧττον μὲν,
ὅτι καὶ τὰ τῆς αἰσθήσεως ἐλάττω· παραπλησίως μέντοι δυσπνοοῦσιν,
ὅσοι τὸ ἧπαρ ἢ τὸν σπλῆνα ἢ τῶν ἑτέρων τι τῶν
προειρημένων ὀδυνῶνται. ἅπαντα γὰρ τὰ τοιαῦτα, τὰ μὲν
ἐξηρτημένα, τὰ δὲ συμπεφυκότα τοῖς ἀναπνευστικοῖς ὀργάνοις,
συσσείεται κινουμένοις αὐτοῖς, καὶ διὰ τοῦτ’ ἀναπνεόντων
ἄχθεται. καὶ οὕτως οὐχ ὡς ἔμπροσθεν ἐπὶ τῶν ἀναπνευστικῶν
μορίων, ἀλλ’ ἐπὶ πάντων τῶν ἁπλῶς κινουμένων
ἐν ταῖς ἀναπνοαῖς ὁ λόγος ἡμῖν γιγνέσθω, καὶ τολμήσωμεν
ἀποφήνασθαι καθόλου, τὸ μικρὸν καὶ πυκνὸν πνεῦμα
σημεῖον ὑπάρχειν ὀδύνης ἁπάντων τῶν τοῦ ζώου μορίων, ὅσα
κινεῖται κατὰ τὰς ἀναπνοάς. ἆρ’ οὖν ταύτῃ μόνον ἀνομοίως
ἔχουσιν οἱ σφυγμοὶ ταῖς ἀναπνοαῖς, ἢ καὶ κατ’ αὐτὴν ἰδίᾳ τὴν
Work
Title: De Difficultate Respirationis
English: Difficulties in Breathing
Original: Περὶ δυσπνοίας
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 753-960
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_070.xml [423 Kb]