De Difficultate Respirationis (Difficulties in Breathing)
Kühn 1824
ἀπὸ τῆς δυνάμεως αἰτίαν, ἄνευ τοῦ συμπεπλέχθαι τοῖς ὀργάνοις,
ἔνεστιν εὑρεῖν τινὰ διαφοράν; αἱ μὲν γὰρ φυσικαὶ δυνάμεις
πᾶσαι διαπαντὸς σχολάζουσι τοῖς ἀναγκαίοις σφίσιν
ἔργοις, καὶ οὐδέποτε ῥᾳθυμοῦσιν οὐδ’ ἀμελοῦσιν· ὅσα δὲ
ὑπὸ τὴν τῆς προαιρέσεως ἐξουσίαν ἔρχεται, ταῦτα πολλάκις,
ἀσχολουμένης αὐτῆς περὶ πράξεις ἑτέρας, ἀμελέστερον ἀποτελεῖται.
βαδίζοντες γοῦν ἐνίοτε συντόνως ἐπί τινα πρᾶξιν,
εἶτα μεταξὺ κατὰ τὴν ὁδὸν ἐννοήσαντές τι, κᾄπειτα ἐπισκοπούμενοι
τοῦτο καὶ φροντίζοντες ἀμφ’ αὐτοῦ, πολὺ τῆς κατὰ
τὸν περίπατον συντονίας ἐκλύομεν, οὐ μὴν συνίεμέν γε οὐδὲ
γινώσκομεν αὐτὸ τοῦτο, μέχρι περ ἂν τῷ φροντίσματι προσέχωμεν.
τὸν νοῦν, ὁπόταν δὲ παυσώμεθα καὶ περὶ μηδὲν ἔτι
τὴν διάνοιαν ἔχωμεν ἀλλ’ ἢ περὶ τὸ βαδίζειν μόνον, τότε,
ὥσπερ ἐξ ὕπνου τινὸς ἐπεγερθέντες, ἐγνωρίσαμέν τε τὸ καταδεέστερον
τῆς παρούσης ἐνεργείας ὡς πρὸς τὴν ἐξ ἀρχῆς ὁρμὴν,
αὖθίς τε πρὸς τοὔργον ἐπηγείραμεν ἡμᾶς, οὕτω καὶ οἱ
παραπαίοντες, ὡς ἂν, οἶμαι, τὸν νοῦν ἐν τοῖς φαντάσμασιν
Work
Title: De Difficultate Respirationis
English: Difficulties in Breathing
Original: Περὶ δυσπνοίας
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 753-960
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_070.xml [423 Kb]