Digital Corpus for Graeco-Arabic Studies

Galen: De Difficultate Respirationis (Difficulties in Breathing)

Kühn 1824

οὐδὲ γὰρ δύο ἀντιθέσεις αὐταῖς ὑπῆρχον, ὥσπερ ταῖς κινήσεσιν, ἀλλὰ μία μόνη, κατὰ πυκνότητα καὶ ἀραιότητα συνισταμένη.

Καὶ μὲν δὴ καὶ αὐτῶν τῶν κινήσεων ἀλλήλαις παραβαλλομένων, τῆς εἰσπνοῆς λέγω πρὸς τὴν ἐκπνοὴν, ὥσπερ ἐν τοῖς σφυγμοῖς τῆς διαστολῆς πρὸς τὴν συστολὴν, ἰδέαι τινὲς ἔσονται ῥυθμῶν τῆς ὅλης ἀναπνοῆς. ἐνδέχεται γὰρ εἰσπνοὴν μὲν γενέσθαι μεγάλην, ἐκπνοὴν δὲ μικράν· ἢ ἔμπαλιν εἰσπνοὴν μὲν μικρὰν, ἐκπνοὴν δὲ μεγάλην· ἢ ἀμφοτέρας σμικρὰς, ἢ ἀμφοτέρας μεγάλας. οὕτω δὲ καὶ ταχείας, ἢ βραδείας ἀμφοτέρας, ἢ τὴν μὲν ταχεῖαν, τὴν δὲ βραδεῖαν.

Καὶ μὲν δὴ καὶ ἀνώμαλός τίς ἐστιν ἀναπνοὴ, καθάπερ καὶ σφυγμὸς, ἥ τ’ ἐν ἀθροίσματι τῶν κινήσεων καὶ κατὰ μίαν κίνησιν· ὡσαύτως δὲ καὶ τεταγμένη καὶ ἄτακτος ἀναπνοὴ γίγνοιτ’ ἂν, ὥσπερ καὶ σφυγμὸς, ὅσαι τε διαφοραὶ τῶν ἀνωμάλων σφυγμῶν τῶν τε κατὰ μίαν κίνησιν καὶ τῶν ἐν πλείοσι συνισταμένων, τοσαῦται καὶ τῶν ἀναπνοῶν. 

Work

Title: Galen: De Difficultate Respirationis
English: Difficulties in Breathing
Original: Περὶ δυσπνοίας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 753-960

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_070.xml [423 Kb]